Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.39.1-5.39.8

リグリア人の過酷な環境と生活様式および武具

361 / 406 箇所 · ギリシア語

要旨

著者はリグリア人の記述へと移り、彼らの過酷な居住環境、日々の厳しい肉体労働、狩猟による食糧補完、そして彼らの持つ驚異的な身体の頑健さと古代的で質素な生活様式を説明する。さらに彼らの軽量な軍装や、交易における不十分な装備の船での不屈の航海について語る。

§5.39.1ἡμεῖς δʼ ἐπεὶ τὰ κατὰ τοὺς Γαλάτας καὶ τοὺς Κελτίβηρας, ἔτι δʼ Ἴβηρας διήλθομεν, ἐπὶ τοὺς Λίγυας μεταβησόμεθα.
さて、私たちはガラティア人、ケルティベリア人、さらにイベリア人に関する事柄を語り終えたので、リグリア人の記述へと移行することにしよう。
οὗτοι γὰρ νέμονται μὲν χώραν τραχεῖαν καὶ παντελῶς λυπράν, τοῖς δὲ πόνοις καὶ ταῖς κατὰ τὴν λειτουργίαν συνεχέσι κακοπαθείαις ἐπίπονόν τινα βίον καὶ ἀτυχῆ ζῶσι.
というのも、彼らは険しく、全く不毛な土地に暮らしており、骨折った仕事と日々の勤めにおける絶えざる辛苦によって、つらく不運な生涯を送っているからである。
§5.39.2καταδένδρου γὰρ τῆς χώρας οὔσης, οἱ μὲν αὐτῶν ὑλοτομοῦσι δι’ ὅλης τῆς ἡμέρας σιδηροφοροῦντες ἐνεργοὺς πελέκεις καὶ βαρεῖς, οἱ δὲ τὴν γῆν ἐργαζόμενοι τὸ πλέον πέτρας λατομοῦσι διὰ τὴν ὑπερβολὴν τῆς τραχύτητος·
その土地は樹木が生い茂っているため、彼らのうちのある者たちは、鋭く重い鉄の斧を携えて一日中木を伐り、また土地を耕す者たちは、土地の極端な険しさのために、大部分は岩を切り出している。
οὐδεμίαν γὰρ βῶλον τοῖς ἐργαλείοις ἀνασπῶσιν ἄνευ λίθου.
というのも、彼らは農具で石を交えずに土塊を一つとして掘り起こすことができないからである。
καὶ τοιαύτην ἔχοντες ἐν τοῖς ἔργοις κακοπάθειαν τῇ συνεχείᾳ περιγίνονται τῆς φύσεως, καὶ πολλὰ μοχθήσαντες ὀλίγους καρποὺς καὶ μόγις λαμβάνουσι.
そして、仕事においてこのような辛苦を抱えながらも、彼らは絶えざる労作によって自然を克服し、多大なる苦労をして、ようやくわずかな収穫を得るのである。
διὰ δὲ τὴν συνέχειαν τῶν γυμνασιῶν καὶ τὸ τῆς τροφῆς ἐλλιπὲς τοῖς σώμασιν ὑπάρχουσιν ἰσχνοὶ καὶ εὔτονοι.
そして、絶えざる肉体訓練と食糧の不足のために、彼らの身体は引き締まり、頑健である。
πρὸς δὲ τὴν κακοπάθειαν ταύτην συνεργοὺς ἔχουσι τὰς γυναῖκας, εἰθισμένας ἐπʼ ἴσης τοῖς ἀνδράσιν ἐργάζεσθαι.
この辛苦に対して、彼らは妻たちを協力者として持っており、彼女たちも男性と等しく働くことに慣れている。
§5.39.3κυνηγίας δὲ ποιοῦνται συνεχεῖς, ἐν αἷς πολλὰ τῶν θηρίων χειρούμενοι τὴν ἐκ τῶν καρπῶν σπάνιν διορθοῦνται.
また彼らは絶えず狩猟を行い、そこで多くの野獣を仕留めることで、農作物の不足を補っている。
διόπερ ἐμβιοῦντες ὄρεσι χιονοβολουμένοις καὶ τραχύτητας ἀπίστους ὀρειβατεῖν εἰωθότες, εὔτονοι καὶ μυώδεις γίνονται τοῖς σώμασιν.
それゆえ、雪の降る山々に暮らし、信じがたいほど険しい場所を登山することに慣れているため、彼らは身体が頑健で筋肉質になる。
§5.39.4ἔνιοι δὲ διὰ τὴν παρʼ αὐτοῖς σπανοκαρπίαν πίνουσι μὲν ὕδωρ, σαρκοφαγοῦσι δὲ τὰς τῶν ἡμέρων τε καὶ ἀγρίων ζῴων σάρκας καὶ τῶν ἀπὸ τῆς χώρας λαχάνων ἐμπίμπλανται, τὴν χώραν ἔχοντες ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσῳ.
一部の者は、自分たちの土地が不毛であるため、水を飲み、家畜や野獣の肉を食べ、その土地で採れる野菜で腹を満たしており、神々の中で最も愛されているデメテルとディオニュソスが立ち入ることのない土地を所有しているのである。
§5.39.5νυκτερεύουσι δʼ ἐπὶ τῆς χώρας σπανίως μὲν ἔν τισιν εὐτελέσιν ἐπαύλεσιν ἢ καλιαῖς, τὰ δὲ πολλὰ ἐν ταῖς κοίλαις πέτραις καὶ σπηλαίοις αὐτοφυέσι καὶ δυναμένοις σκέπην ἱκανὴν παρέχεσθαι.
彼らがその地方で夜を過ごすのは、まれに粗末な山小屋や小屋においてであるが、大抵は、十分な雨風をしのぐことのできる、岩のくぼみや自生の洞窟の中である。
§5.39.6ἀκολούθως δὲ τούτοις καὶ τἄλλα ποιοῦσι, διαφυλάττοντες τὸν ἀρχαῖον καὶ ἀκατάσκευον βίον.
これに準じて、彼らは他のことも行い、古代の、装飾のない生活様式を守り続けている。
καθόλου δʼ ἐν τοῖς τόποις αἱ μὲν γυναῖκες ἀνδρῶν, οἱ δʼ ἄνδρες θηρίων ἔχουσιν εὐτονίαν καὶ ἀλκήν.
総じて、この地方では女性は男性の、男性は野獣の強靭さと力強さを持っている。
πολλάκις γοῦν φασιν ἐν ταῖς στρατείαις τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι.
ともかく、軍事遠征において、ガラティア人の中で最も大柄な男が、極めて痩せ細ったリグリア人によって、挑戦に応じた一騎打ちの末に討ち取られたと、しばしば語られている。
§5.39.7ὁπλισμὸν δʼ ἔχουσιν οἱ Λίγυες ἐλαφρότερον τῶν Ῥωμαίων τῇ κατασκευῇ·
リグリア人はローマ人よりもその構造において軽量な武具を持っている。
σκεπάζει γὰρ αὐτοὺς παραμήκης θυρεὸς εἰς τὸν Γαλατικὸν ῥυθμὸν δεδημιουργημένος καὶ χιτὼν συνειλημμένος ζωστῆρι, καὶ περιτίθενται θηρίων δορὰς καὶ ξίφος σύμμετρον·
すなわち、彼らを防護するのはガラティア風の様式で作られた縦長の盾であり、また帯で締められたチュニックであり、また彼らは野獣の皮を身にまとい、適度な大きさの剣を帯びている。
τινὲς δʼ αὐτῶν διὰ τὴν ἐπιμιξίαν τῆς Ῥωμαίων πολιτείας μετεσχημάτισαν τὸν ὁπλισμόν, ἐξομοιοῦντες ἑαυτοὺς τοῖς ἡγουμένοις.
しかし、彼らのうちのある者たちは、ローマ国家との交流のゆえに武装を変更し、支配者たちに自らを似せている。
§5.39.8θρασεῖς δʼ εἰσὶ καὶ γενναῖοι οὐ μόνον εἰς πόλεμον, ἀλλὰ καὶ πρὸς τὰς ἐν τῷ βίῳ περιστάσεις τὰς ἐχούσας δεινότητας.
彼らは戦争において大胆で勇敢であるだけでなく、生活の中で直面する恐るべき事態に対してもそうである。
ἐμπορευόμενοι γὰρ πλέουσι τὸ Σαρδόνιον καὶ τὸ Λιβυκὸν πέλαγος, ἑτοίμως ἑαυτοὺς ῥιπτοῦντες εἰς ἀβοηθήτους κινδύνους· σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις ὑπομένουσι τὰς ἐκ τῶν χειμώνων φοβερωτάτας περιστάσεις καταπληκτικῶς.
というのも、彼らは交易を行いながらサルディニア海やリビア海を航海し、進んで自らを救いようのない危険にさらし、いかだよりもお粗末で、船に必要な他の装備もほとんど整っていない舟を使いながらも、嵐による最も恐るべき状況を驚くほどの耐え忍び方で耐え抜くからである。

語釈・文法注

  1. 5.39.2τῇ συνεχείᾳ περιγίνονται τῆς φύσεως — περιγίγνομαι は「〜に打ち勝つ、〜を克服する」の意味で属格を支配する。ここでは τῆς φύσεως(自然)がその支配を受ける属格であり、τῇ συνεχείᾳ は「継続性、根気強さ、絶えざる労作」を意味する手段・方法の与格である。
  2. 5.39.4ἄβατον τοῖς προσφιλεστάτοις τῶν θεῶν Δήμητρι καὶ Διονύσῳ — ἄβατος は与格(ここでは神々の名)を伴って「〜が立ち入れない」を意味する。ギリシア神話におけるデメテルとディオニュソスはそれぞれ穀物(パン)とブドウ(ワイン)の象徴であり、この表現は彼らの土地がこれら代表的な農作物の栽培に適さない不毛な地であることを文彩(換喩)をもって示している。
  3. 5.39.6τὸν μέγιστον τῶν Γαλατῶν ὑπὸ Λίγυος ἰσχνοῦ παντελῶς ἐκ προκλήσεως μονομαχήσαντα ἀνῃρῆσθαι — 主節の動詞 φασιν(「彼らは言う」)に続く、対格と不定詞(Acl)による間接話法。不定詞句の主語は τὸν μέγιστον(対格)であり、受動態の完了不定詞 ἀνῃρῆσθαι(ἀναιρέω「殺す、破滅させる」)に係る。行為者は ὑπό +属格(Λίγυος ἰσχνοῦ)で表され、アオリスト分詞 μονομαχήσαντα は τὸν μέγιστον に係る。
  4. 5.39.8σκάφεσι γὰρ χρώμενοι τῶν σχεδιῶν εὐτελεστέροις καὶ τοῖς ἄλλοις τοῖς κατὰ ναῦν χρησίμοις ἥκιστα κατεσκευασμένοις — σκάφεσι(舟、与格)は χρώμενοι(用いる)の目的語。この σκάφεσι に、比較級形容詞 εὐτελεστέροις(比較属格 τῶν σχεδιῶν 「いかだよりも粗末な」を伴う)と、完了分詞 κατεσκευασμένοις(「装備された」)が並置されて係る。後者の分詞を修飾する τοῖς ἄλλοις... は、基準や観点を示す与格で「船に必要な他の有用な道具に関して(ほとんど装備されていない)」となる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.39.1-5.39.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.39.1-5.39.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。