§5.38.1οἱ δʼ οὖν ταῖς ἐργασίαις τῶν μετάλλων ἐνδιατρίβοντες τοῖς μὲν κυρίοις ἀπίστους τοῖς πλήθεσι προσόδους περιποιοῦσιν, αὐτοὶ δὲ κατὰ γῆς ἐν τοῖς ὀρύγμασι καὶ καθʼ ἡμέραν καὶ νύκτα καταξαινόμενοι τὰ σώματα, πολλοὶ μὲν ἀποθνήσκουσι διὰ τὴν ὑπερβολὴν τῆς κακοπαθείας·
さて、鉱山での作業に骨を折る者たちは、所有者たちには信じがたいほどの多額の収入をもたらす一方で、彼ら自身は地底の坑道の中で、昼も夜もその肉体を痛めつけられ、多くの者がその極度の苦難のために死んでいく。
ἄνεσις γὰρ ἢ παῦλα τῶν ἔργων οὐκ ἔστιν αὐτοῖς, ἀλλὰ τῶν ἐπιστατῶν πληγαῖς ἀναγκαζόντων ὑπομένειν τὴν δεινότητα τῶν κακῶν ἀτυχῶς προΐενται τὸ ζῆν, τινὲς δὲ ταῖς δυνάμεσι τῶν σωμάτων καὶ ταῖς τῶν ψυχῶν καρτερίαις ὑπομένοντες πολυχρόνοιον ἔχουσι τὴν ταλαιπωρίαν·
というのも、彼らには作業の息抜きも休息もなく、むしろ監督官たちが鞭打ってその恐るべき惨状を耐え忍ぶよう強制するため、不運にも命を失うからである。
αἱρετώτερος γὰρ αὐτοῖς ὁ θάνατός ἐστι τοῦ ζῆν διὰ τὸ μέγεθος τῆς ταλαιπωρίας.
またある人々は、肉体の力と魂の忍耐力によって耐え忍び、長きにわたる辛苦を経験するが、彼らにとっては、そのあまりの辛苦の大きさゆえに、生きることよりも死ぬことの方が望ましいのである。
§5.38.2πολλῶν δʼ ὄντων περὶ τὰς προειρημένας μεταλλείας παραδόξων, οὐχ ἥκιστʼ ἄν τις θαυμάσειε διότι τῶν μεταλλουργείων οὐδὲν πρόσφατον ἔχει τὴν ἀρχήν, πάντα δʼ ὑπὸ τῆς Καρχηδονίων φιλαργυρίας ἀνεῴχθη καθʼ ὃν καιρὸν καὶ τῆς Ἰβηρίας ἐπεκράτουν.
前述の鉱山に関しては多くの驚くべき点があるが、それらの鉱山のどれ一つとして最近になって始められたものはなく、すべてはカルタゴ人たちがイベリアを支配していた時期に、彼らの金銭欲によって開かれたものであるということに、人は最も驚嘆するであろう。
ἐκ τούτων γὰρ ἔσχον τὴν ἐπὶ πλέον αὔξησιν, μισθούμενοι τοὺς κρατίστους στρατιώτας καὶ διὰ τούτων πολλοὺς καὶ μεγάλους πολέμους διαπολεμήσαντες.
なぜなら、カルタゴ人たちはこれらからさらなる勢力拡大を遂げ、最も優れた兵士たちを雇い、彼らを通じて多くの大規模な戦争を戦い抜いたからである。
§5.38.3καθόλου γὰρ ἀεὶ Καρχηδόνιοι διεπολέμουν οὔτε πολιτικοῖς στρατιώταις οὔτε τοῖς ἀπὸ τῶν συμμάχων ἀθροιζομένοις πεποιθότες, ἀλλὰ καὶ Ῥωμαίους καὶ Σικελιώτας καὶ τοὺς κατὰ τὴν Λιβύην οἰκοῦντας εἰς μεγίστους ἦγον κινδύνους καταπλουτομαχοῦντες ἅπαντας διὰ τὴν ἐκ τῶν μετάλλων γινομένην εὐπορίαν.
総じて、カルタゴ人たちは常に自国の市民兵や同盟国から集められた兵に頼ることなく戦争を遂行し、むしろ鉱山から得られる富のおかげで、圧倒的な資金力をもってすべての敵を圧倒し、ローマ人やシケリア人、リビアに住む人々を最大の危険に陥れたのである。
δεινοὶ γάρ, ὡς ἔοικεν, ὑπῆρξαν οἱ Φοίνικες ἐκ παλαιῶν χρόνων εἰς τὸ κέρδος εὑρεῖν, οἱ δʼ ἀπὸ τῆς Ἰταλίας εἰς τὸ μηδὲν μηδενὶ τῶν ἄλλων καταλιπεῖν.
というのも、どうやらフェニキア人は古くから利益を見出すことに巧みであり、他方でイタリアの人々は他人に何一つ残さないことに巧みであったからである。
§5.38.4γίνεται δὲ καὶ καττίτερος ἐν πολλοῖς τόποις τῆς Ἰβηρίας, οὐκ ἐξ ἐπιπολῆς εὑρισκόμενος, ὡς ἐν ταῖς ἱστορίαις τινὲς τεθρυλήκασιν, ἀλλʼ ὀρυττόμενος καὶ χωνευόμενος ὁμοίως ἀργύρῳ τε καὶ χρυσῷ.
また、イベリアの多くの場所で錫も産出するが、それは一部の歴史家たちが噂したように地表で見出されるのではなく、銀や金と同様に掘り出され、精錬される。
ὑπεράνω γὰρ τῆς τῶν Λυσιτανῶν χώρας ἔστι μέταλλα πολλὰ τοῦ καττιτέρου, κατὰ τὰς προκειμένας τῆς Ἰβηρίας ἐν τῷ ὠκεανῷ νησῖδας τὰς ἀπὸ τοῦ συμβεβηκότος Καττιτερίδας ὠνομασμένας.
ルシタニア人の地域の北方には多くの錫の鉱山があり、また、イベリアの沖合の大洋に浮かぶ島々、すなわちその事実から「カッシテリデス」と名付けられた島々にも存在している。
§5.38.5πολὺς δὲ καὶ ἐκ τῆς Βρεττανικῆς νήσου διακομίζεται πρὸς τὴν κατʼ ἀντικρὺ κειμένην Γαλατίαν, καὶ διὰ τῆς μεσογείου Κελτικῆς ἐφʼ ἵππων ὑπὸ τῶν ἐμπόρων ἄγεται παρά τε τοὺς Μασσαλιώτας καὶ εἰς τὴν ὀνομαζομένην πόλιν Ναρβῶνα·
また、多くの錫がブリタニアの島からも、その真向かいに位置するガラティアへと運ばれ、内陸のケルティカを通って商人たちにより馬でマッサリア人のところや、ナルボンと呼ばれる都市へと運ばれる。
αὕτη δʼ ἐστὶν ἄποικος μὲν Ῥωμαίων, διὰ δὲ τὴν εὐκαιρίαν μέγιστον ἐμπόριον ἔχουσα τῶν ἐν ἐκείνοις τοῖς τόποις.
この都市はローマ人の植民市であるが、その利便性のゆえに、それらの地域における最大の交易地となっている。