§5.2.1καὶ ταύτην τὴν βίβλον ἐπιγράφοντες νησιωτικὴν ἀκολούθως τῇ γραφῇ περὶ πρώτης τῆς Σικελίας ἐροῦμεν, ἐπεὶ καὶ κρατίστη τῶν νήσων ἐστὶ καὶ τῇ παλαιότητι τῶν μύθολογουμένων πεπρώτευκεν.
そして、この巻に記述の計画に従って『島々の書』という題名を付して、最初にシケリアについて語ることにしよう。 なぜなら、この島は島々のうちで最も優れており、語られる神話の古さにおいても第一位を占めているからである。
ἡ γὰρ νῆσος τὸ παλαιὸν ἀπὸ μὲν τοῦ σχήματος Τρινακρία κληθεῖσα, ἀπὸ δὲ τῶν κατοικησάντων αὐτὴν Σικανῶν Σικανία προσαγορευθεῖσα, τὸ τελευταῖον ἀπὸ Σικελῶν τῶν ἐκ τῆς Ἰταλίας πανδημεὶ περαιωθέντων ὠνόμοσται Σικελία.
というのも、この島は古くは、その形からトリナクリアと呼ばれ、次いでそこに居住したシカノイ人からシカニアと呼ばれ、最後にはイタリアから挙って渡ってきたシケロイ人からシケリアと名づけられたからである。
§5.2.2ἔστι δʼ αὐτῆς ἡ περίμετρος σταδίων ὡς τετρακισχιλίων τριακοσίων ἑξήκοντα·
その周囲はおよそ四千三百六十スタディオンである。
τῶν γὰρ τριῶν πλευρῶν ἡ μὲν ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸ Λιλύβαιον ὑπάρχει σταδίων χιλίων ἑπτακοσίων, ἡ δʼ ἀπὸ Λιλυβαίου μέχρι Παχύνου τῆς Συρακοσίας χώρας σταδίων χιλίων καὶ πεντακοσίων, ἡ δʼ ἀπολειπομένη σταδίων χιλίων ἑκατὸν τεσσαράκοντα.
実際、三つの辺のうち、ペロリアスからリリュバイオンにいたる辺は千七百スタディオンであり、リリュバイオンからシュラクサイ領のパキュノスにいたる辺は千五百スタディオンであり、残りの辺は千百四十スタディオンだからである。
§5.2.3οἱ ταύτην οὖν κατοικοῦντες Σικελιῶται παρειλήφασι παρὰ τῶν προγόνων, ἀεὶ τῆς φήμης ἐξ αἰῶνος παραδεδομένης τοῖς ἐκγόνοις, ἱερὰν ὑπάρχειν τὴν νῆσον Δήμητρος καὶ Κόρης·
それゆえ、この島に住むシケリアギリシア人たちは、その伝承が太古より常に子孫へと伝えられつつ、この島がデメテルとコレの聖地であるということを祖先から受け継いでいる。
ἔνιοι δὲ τῶν ποιητῶν μυθολογοῦσι κατὰ τὸν τοῦ Πλούτωνος καὶ Φερσεφόνης γάμον ὑπὸ Διὸς ἀνακάλυπτρα τῇ νύμφῃ δεδόσθαι ταύτην τὴν νῆσον.
また、詩人たちのある者は、プルトンとペルセポネの婚礼の際に、ゼウスによって花嫁にお披露目の贈り物としてこの島が与えられた、と神話に語っている。
§5.2.4τοὺς δὲ κατοικοῦντας αὐτὴν τὸ παλαιὸν Σικανοὺς αὐτόχθονας εἶναί φασιν οἱ νομιμώτατοι τῶν συγγραφέων, καὶ τάς τε προειρημένας θεὰς ἐν ταύτῃ τῇ νήσῳ πρώτως φανῆναι καὶ τὸν τοῦ σίτου καρπὸν ταύτην πρώτην ἀνεῖναι διὰ τὴν ἀρετὴν τῆς χώρας, περὶ ὧν καὶ τὸν ἐπιφανέστατον τῶν ποιητῶν μαρτυρεῖν λέγοντα
"ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται πυροὶ καὶ κριθαί, ἠδʼ ἄμπελοι, αἵτε φέρουσιν οἶνον ἐριστάφυλον, καί σφιν Διὸς ὄμβρος ἀέξει.
また、古くにそこに居住したシカノイ人は土着の者たちであると、歴史家のうちで最も信頼のおける人々は述べており、さらに、前述の女神たちがこの島に最初に現れたこと、そして麦の作物を、この島が土地の肥沃さゆえに最初に生み出したとも述べている。 これらについては、最も高名な詩人もまた、次のように語って証言している。 「しかし、種蒔かれず耕されぬままに、すべてが、小麦も大麦も、そして豊かな葡萄の房を実らせ、ゼウスの雨が育てる葡萄の木も生え育つ。
"
ἔν τε γὰρ τῷ Λεοντίνῳ πεδίῳ καὶ κατὰ πολλοὺς ἄλλους τόπους τῆς Σικελίας μέχρι τοῦ νῦν φύεσθαι τοὺς ἀγρίους ὀνομαζομένους πυρούς.
」実際、レオンティノイの平野や、シケリアの他の多くの場所で、今日に至るまで、野生と呼ばれる小麦が生育しているからである。
§5.2.5καθόλου δὲ πρὸ τῆς εὑρέσεως τοῦ σίτου ζητουμένου κατὰ ποίαν τῆς οἰκουμένης γῆν πρῶτον ἐφάνησαν οἱ προειρημένοι καρποί, εἰκός ἐστιν ἀποδίδοσθαι τὸ πρωτεῖον τῇ κρατίστῃ χώρᾳ·
総じて、麦の発見より以前に、人間が居住する大地のいずこにおいて前述の作物が最初に現れたのかが問われるとき、その最優先権が、最も優れた土地に帰せられるのは自然なことである。
καὶ τὰς θεὰς δὲ τὰς εὑρούσας ἀκολούθως τοῖς εἰρημένοις ὁρᾶν ἐστι μάλιστα τιμωμένας παρὰ τοῖς Σικελιώταις.
そして、それらを発見した女神たちもまた、上述の事情にふさわしく、シケリアギリシア人たちの間で最も厚く崇められているのを見ることができるのである。