Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.28.1-5.28.6

ガラティア人の身体的特徴と食習慣および死生観

350 / 406 箇所 · ギリシア語

要旨

ガラティア人の身体的特徴や髪、髭の手入れ、そして彼らの独特な食事の習慣や、ピタゴラスの魂の不滅説に基づく死生観について記述される。

§5.28.1οἱ δὲ Γαλάται τοῖς μὲν σώμασίν εἰσιν εὐμήκεις, ταῖς δὲ σαρξὶ κάθυγροι καὶ λευκοί, ταῖς δὲ κόμαις οὐ μόνον ἐκ φύσεως ξανθοί, ἀλλὰ καὶ διὰ τῆς κατασκευῆς ἐπιτηδεύουσιν αὔξειν τὴν φυσικὴν τῆς χρόας ἰδιότητα.
ガラティア人は、身体に関しては背が高く、肉体は水気が多くて白く、髪に関しては生まれつき金髪であるだけでなく、人工的な処置によってその色彩の自然な特徴をさらに増大させようと努めている。
§5.28.2τιτάνου γὰρ ἀποπλύματι σμῶντες τὰς τρίχας συνεχῶς ἀπὸ τῶν μετώπων ἐπὶ τὴν κορυφὴν καὶ τοὺς τένοντας ἀνασπῶσιν, ὥστε τὴν πρόσοψιν αὐτῶν φαίνεσθαι Σατύροις καὶ Πᾶσιν ἐοικυῖαν·
というのも、彼らは石灰の洗浄液で髪をこすり、絶えず額から頭頂部やうなじの方へと掻き上げるため、その容貌はサテュロスやパンに似ているように見える。
παχύνονται γὰρ αἱ τρίχες ἀπὸ τῆς κατεργασίας, ὥστε μηδὲν τῆς τῶν ἵππων χαίτης διαφέρειν.
この処置によって髪が太くなり、馬のたてがみと少しも変わらなくなるからである。
§5.28.3τὰ δὲ γένεια τινὲς μὲν ξυρῶνται, τινὲς δὲ μετρίως ὑποτρέφουσιν·
顎髭については、ある者たちは剃り、ある者たちは適度に伸ばしている。
οἱ δʼ εὐγενεῖς τὰς μὲν παρειὰς ἀπολειαίνουσι, τὰς δʼ ὑπήνας ἀνειμένας ἐῶσιν, ὥστε τὰ στόματα αὐτῶν ἐπικαλύπτεσθαι.
しかし貴族たちは頬を滑らかに剃るが、口髭は伸びるままに放置し、その結果、口が覆い隠されるほどになる。
διόπερ ἐσθιόντων μὲν αὐτῶν ἐμπλέκονται ταῖς τροφαῖς, πινόντων δὲ καθαπερεὶ διά τινος ἡθμοῦ φέρεται τὸ πόμα.
それゆえ、彼らが食事をするときには口髭が食物に絡まり、飲むときには、飲み物がまるで一種の濾過器を通るかのように流れていく。
§5.28.4δειπνοῦσι δὲ καθήμενοι πάντες οὐκ ἐπὶ θρόνων, ἀλλʼ ἐπὶ τῆς γῆς, ὑποστρώμασι χρώμενοι λύκων ἢ κυνῶν δέρμασι.
また、彼らはみな、椅子の上ではなく地面の上に座って食事をし、敷物としては狼や犬の皮を用いる。
διακονοῦνται δʼ ὑπὸ τῶν νεωτάτων παίδων ἐχόντων ἡλικίαν, ἀρρένων τε καὶ θηλειῶν. πλησίον δʼ αὐτῶν ἐσχάραι κεῖνται γέμουσαι πυρὸς καὶ λέβητας ἔχουσαι καὶ ὀβελοὺς πλήρεις κρεῶν ὁλομερῶν.
そして彼らに給仕するのは、男女を問わず、適当な年齢に達した最も若い子供たちである。彼らの近くには、火で満ちた炉が置かれ、大釜や、肉の塊が刺さった串が載っている。
τοὺς δʼ ἀγαθοὺς ἄνδρας ταῖς καλλίσταις τῶν κρεῶν μοίραις γεραίρουσι, καθάπερ καὶ ὁ ποιητὴς τὸν Αἴαντα παρεισάγει τιμώμενον ὑπὸ τῶν ἀριστέων, ὅτε πρὸς Ἕκτορα μονομαχήσας ἐνίκησε, "νώτοισιν δʼ Αἴαντα διηνεκέεσσι γέραιρε. "
そして、優れた男たちを最も上等な肉の部位でもてなす。 これはちょうど、詩人が、アイアースがヘクトルと一騎打ちをして勝利した際、最も優れた者たちによって栄誉を授けられる場面を導入しているのと同様である。 「背肉の長い切れ端でアイアースをもてなした。
§5.28.5καλοῦσι δὲ καὶ τοὺς ξένους ἐπὶ τὰς εὐωχίας, καὶ μετὰ τὸ δεῖπνον ἐπερωτῶσι, τίνες εἰσὶ καὶ τίνων χρείαν ἔχουσιν.
」また、彼らは旅の異邦人をも宴会に招き、食事の後に、彼らが誰であり、何を必要としているのかを尋ねる。
εἰώθασι δὲ καὶ παρὰ τὸ δεῖπνον ἐκ τῶν τυχόντων πρὸς τὴν διὰ τῶν λόγων ἅμιλλαν καταστάντες, ἐκ προκλήσεως μονομαχεῖν πρὸς ἀλλήλους, παρʼ οὐδὲν τιθέμενοι τὴν τοῦ βίου τελευτήν·
また、彼らは食事中にも、些細なことから言葉の争いを始め、挑戦によって互いに一騎打ちをすることに及ぶのが常であり、命の終わりを何とも思わない。
ἐνισχύει γὰρ παρʼ αὐτοῖς ὁ Πυθαγόρου λόγος,
というのも、彼らの間ではピタゴラスの説が力を持っているからである。
§5.28.6ὅτι τὰς ψυχὰς τῶν ἀνθρώπων ἀθανάτους εἶναι συμβέβηκε καὶ διʼ ἐτῶν ὡρισμένων πάλιν βιοῦν, εἰς ἕτερον σῶμα τῆς ψυχῆς εἰσδυομένης.
すなわち、人間の魂は不滅であり、定められた年数ののちに再び生き、魂は別の肉体に入り込むのだという説が。
διὸ καὶ κατὰ τὰς ταφὰς τῶν τετελευτηκότων ἐνίους ἐπιστολὰς γεγραμμένας τοῖς οἰκείοις τετελευτηκόσιν ἐμβάλλειν εἰς τὴν πυράν, ὡς τῶν τετελευτηκότων ἀναγνωσομένων ταύτας.
それゆえ、死者の葬儀の際にも、ある者たちは自分たちの亡くなった親族に宛てて書かれた手紙を火葬の薪の中に投げ入れる。 これは、死者たちがそれらを読むであろうと考えてのことである。

語釈・文法注

  1. 5.28.1τοῖς μὲν σώμασίν... ταῖς δὲ σαρξὶ... ταῖς δὲ κόμαις — これらはすべて限定(あるいは関連)の与格であり、形容詞(εὐμήκεις, κάθυγροι καὶ λευκοί)や名詞を伴う表現に対して「〜に関して」という意味を表す。
  2. 5.28.3ἐσθιόντων μὲν αὐτῶν ἐμπλέκονται ταῖς τροφαῖς — ἐσθιόντων... αὐτῶν は属格独立。主動詞 ἐμπλέκονται(複数・受動・中動)の主語は、直前の「口髭」(αἱ ὑπῆναι)が補われる。「彼らが食事をするとき、[口髭が]食物に絡まり」と解釈される。
  3. 5.28.6ὡς τῶν τετελευτηκότων ἀναγνωσομένων ταύτας — 接続詞 ὡς に未来分詞の属格独立構文(τῶν τετελευτηκότων ἀναγνωσομένων)が続くことで、行為者(この場合は手紙を投げる生者たち)の主観的な意図や確信(「〜するであろうという前提で」「〜すると信じて」)を表現している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.28.1-5.28.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.28.1-5.28.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。