Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §5.29.1-5.29.5

ガラティア人の戦闘戦術と敵の首を刈る習俗

351 / 406 箇所 · ギリシア語

要旨

ガラティア人の戦闘方法(戦車と徒歩の組み合わせ、一騎打ちの挑戦と儀礼、言葉による威嚇)と、倒した敵の首を戦利品として保存・展示する習俗について述べている。

§5.29.1ἐν δὲ ταῖς ὁδοιπορίαις καὶ ταῖς μάχαις χρῶνται συνωρίσιν, ἔχοντος τοῦ ἅρματος ἡνίοχον καὶ παραβάτην.
また、彼らは旅や戦闘において二頭立ての戦車を用い、その戦車には御者と戦闘員が乗っている。
ἀπαντῶντες δὲ τοῖς ἐφιππεύουσιν ἐν τοῖς πολέμοις σαυνιάζουσι τοὺς ἐναντίους, καὶ καταβάντες τὴν ἀπὸ τοῦ ξίφους συνίστανται μάχην.
戦闘において彼らは、騎乗して立ち向かってくる敵に投げ槍を放ち、戦車から降りて剣による戦闘を開始する。
§5.29.2ἔνιοι δʼ αὐτῶν ἐπὶ τοσοῦτο τοῦ θανάτου καταφρονοῦσιν, ὥστε γυμνοὺς καὶ περιεζωσμένους καταβαίνειν εἰς τὸν κίνδυνον.
彼らの中には、死をあまりにも軽蔑しているため、裸で帯だけを締めて危険の中に飛び込んでいく者たちもいる。
ἐπάγονται δὲ καὶ θεράποντας ἐλευθέρους ἐκ τῶν πενήτων καταλέγοντες, οἷς ἡνιόχοις καὶ παρασπισταῖς χρῶνται κατὰ τὰς μάχας.
また彼らは、貧しい人々の中から選ばれた自由身分の従者を伴い、彼らを戦闘において御者や盾持ちとして用いる。
κατὰ δὲ τὰς παρατάξεις εἰώθασι προάγειν τῆς παρατάξεως καὶ προκαλεῖσθαι τῶν ἀντιτεταγμένων τοὺς ἀρίστους εἰς μονομαχίαν, προανασείοντες τὰ ὅπλα καὶ καταπληττόμενοι τοὺς ἐναντίους.
戦列を組む際には、彼らは戦列の前に進み出て、対峙する敵の中から最も優れた者たちを一騎打ちに挑発するのを常とし、あらかじめ武器を揺り動かして敵をおののかせる。
§5.29.3ὅταν δέ τις ὑπακούσῃ πρὸς τὴν μάχην, τάς τε τῶν προγόνων ἀνδραγαθίας ἐξυμνοῦσι καὶ τὰς ἑαυτῶν ἀρετὰς προφέρονται, καὶ τὸν ἀντιταττόμενον ἐξονειδίζουσι καὶ ταπεινοῦσι καὶ τὸ σύνολον τὸ θάρσος τῆς ψυχῆς τοῖς λόγοις προαφαιροῦνται.
誰かが戦いの挑戦に応じると、彼らは先祖の武勇を称え、自分自身の徳を誇示し、対峙する相手を罵り、卑しめ、要するにその言葉によって相手の魂の勇気をあらかじめ奪い去ってしまうのである。
§5.29.4τῶν δὲ πεσόντων πολεμίων τὰς κεφαλὰς ἀφαιροῦντες περιάπτουσι τοῖς αὐχέσι τῶν ἵππων·
彼らは倒れた敵の首を切り落として、自分たちの馬の首に結びつける。
τὰ δὲ σκῦλα τοῖς θεράπουσι παραδόντες ᾑμαγμένα λαφυραγωγοῦσιν, ἐπιπαιανίζοντες καὶ ᾅδοντες ὕμνον ἐπινίκιον, καὶ τὰ ἀκροθίνια ταῦτα ταῖς οἰκίαις προσηλοῦσιν ὥσπερ οἱ ἐν κυνηγίοις τισὶ κεχειρωμένοι τὰ θηρία.
そして、血まみれの戦利品を従者に引き渡して、勝鬨の歌を奏で、勝利の賛歌を歌いながら戦利品として持ち帰り、これらの分捕り品を、まるで何らかの狩猟において野生動物を仕留めた人々のように、自分たちの家に釘で打ちつける。
§5.29.5τῶν δʼ ἐπιφανεστάτων πολεμίων κεδρώσαντες τὰς κεφαλὰς ἐπιμελῶς τηροῦσιν ἐν λάρνακι, καὶ τοῖς ξένοις ἐπιδεικνύουσι σεμνυνόμενοι διότι τῆσδε τῆς κεφαλῆς τῶν προγόνων τις ἢ πατὴρ ἢ καὶ αὐτὸς πολλὰ χρήματα διδόμενα οὐκ ἔλαβε.
また、最も著名な敵については、その首に杉油を塗って箱の中に大切に保管し、異邦人にそれらを示して、この首に対して自分の先祖の誰かや、父親、あるいは自分自身が、提示された多額の金を受け取らなかったのだと自慢する。
φασὶ δέ τινας αὐτῶν καυχᾶσθαι διότι χρυσὸν ἀντίσταθμον τῆς κεφαλῆς οὐκ ἐδέξαντο, βάρβαρόν τινα μεγαλοψυχίαν ἐπιδεικνύμενοι·
そして彼らのうちのある者は、その首と同じ重さの黄金を受け取ることを拒んだと誇っていると言われており、野蛮な一種の度量の大きさを示している。
οὐ γὰρ τὸ μὴ πωλεῖν τὰ σύσσημα τῆς ἀρετῆς εὐγενές, ἀλλὰ τὸ πολεμεῖν τὸ ὁμόφυλον τετελευτηκὸς θηριῶδες.
というのも、自らの美徳の証を売らないことは気高いが、同族の死者と戦い続けることは野蛮だからである。

語釈・文法注

  1. 5.29.1ἔχοντος τοῦ ἅρματος ἡνίοχον καὶ παραβάτην — 属格独立構文。主節の主語(ガラティア人)とは異なる名詞 τοῦ ἅρματος(戦車)を意味上の主語としており、戦車の乗員構成という付随的状況を表す。
  2. 5.29.2οἷς ἡνιόχοις καὶ παρασπισταῖς χρῶνται — 与格の関係代名詞 οἷς は、動詞 χρῶνται の目的語(〜を用いる)であり、先行詞は θεράποντας。ἡνιόχοις καὶ παρασπισταῖς は、これと同格または叙述的に「御者および盾持ちとして」という役割・資格を表す。
  3. 5.29.5τῆσδε τῆς κεφαλῆς — 価額または交換の属格(genitive of price/value)。πολλὰ χρήματα(多額の金)を修飾し、「この首に対して提示された多額の金」という関係を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §5.29.1-5.29.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.29.1-5.29.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。