§5.26.1ἴδιον δέ τι καὶ παράδοξον συμβαίνει κατὰ τὴν πλείστην τῆς Γαλατίας, περὶ οὗ παραλιπεῖν οὐκ ἄξιον ἡγούμεθα.
また、ガラティアの大半の地域では、特異で驚くべきあることが起こるが、それについて我々は言及せずにおくべきではないと考える。
ἀπὸ γὰρ θερινῆς δύσεως καὶ ἄρκτου πνεῖν εἰώθασιν ἄνεμοι τηλικαύτην ἔχοντες σφοδρότητα καὶ δύναμιν, ὥστε ἀναρπάζειν ἀπὸ τῆς γῆς λίθους χειροπληθιαίους τοῖς μεγέθεσι καὶ τῶν ψηφίδων ἁδρομερῆ κονιορτόν·
というのも、夏至の日の入りの方角および北の方角から、これほどの大変な激しさと勢いを持って風が吹くのが常であり、その結果、地面から手一杯の大きさの石や、砂利の粗い塵を巻き上げるほどだからである。
καθόλου δὲ καταιγίζοντες λάβρως ἁρπάζουσιν ἀπὸ μὲν τῶν ἀνδρῶν τὰ ὅπλα καὶ τὰς ἐσθῆτας, ἀπὸ δὲ τῶν ἵππων τοὺς ἀναβάτας.
総じて、それらの風は激しく吹き荒れて、男たちからは武器や衣服を、馬からは乗り手をひったくってしまう。
§5.26.2διὰ δὲ τὴν ὑπερβολὴν τοῦ ψύχους διαφθειρομένης τῆς κατὰ τὸν ἀέρα κράσεως οὔτʼ οἶνον οὔτʼ ἔλαιον φέρει·
そして、極度の寒さのために大気の構成が損なわれ、葡萄もオリーブも産出しない。
διόπερ τῶν Γαλατῶν οἱ τούτων τῶν καρπῶν στερισκόμενοι πόμα κατασκευάζουσιν ἐκ τῆς κριθῆς τὸ προσαγορευόμενον ζῦθος, καὶ τὰ κηρία πλύνοντες τῷ τούτων ἀποπλύματι χρῶνται.
それゆえ、これらの果実を奪われているガラタイ人たちは、大麦からジュトスと呼ばれる飲み物を造り、また蜂の巣を洗い、その洗い汁を用いる。
§5.26.3κάτοινοι δʼ ὄντες καθʼ ὑπερβολὴν τὸν εἰσαγόμενον ὑπὸ τῶν ἐμπόρων οἶνον ἄκρατον ἐμφοροῦνται, καὶ διὰ τὴν ἐπιθυμίαν λάβρῳ χρώμενοι τῷ ποτῷ καὶ μεθυσθέντες εἰς ὕπνον ἢ μανιώδεις διαθέσεις τρέπονται.
彼らは極めて酒好きであり、商人たちによって輸入される葡萄の酒を薄めずに注ぎ込んで飲み、またその欲望ゆえに、この飲み物を貪り飲んで酔い潰れ、眠りに落ちるか、あるいは狂気のような状態に陥る。
διὸ καὶ πολλοὶ τῶν Ἰταλικῶν ἐμπόρων διὰ τὴν συνήθη φιλαργυρίαν ἕρμαιον ἡγοῦνται τὴν τῶν Γαλατῶν φιλοινίαν.
それゆえ、イタリアの多くの商人たちは、いつもの貪欲さから、ガラタイ人たちの酒好きを棚からぼた餅のような幸運とみなしている。
οὗτοι γὰρ διὰ μὲν τῶν πλωτῶν ποταμῶν πλοίοις, διὰ δὲ τῆς πεδιάδος χώρας ἁμάξαις κομίζοντες τὸν οἶνον, ἀντιλαμβάνουσι τιμῆς πλῆθος ἄπιστον·
なぜなら、彼らは航行可能な河川を通っては船で、平野の土地を通っては荷車で葡萄の酒を運び込み、信じられないほど多額の代価を受け取るからである。
διδόντες γὰρ οἴνου κεράμιον ἀντιλαμβάνουσι παῖδα, τοῦ πόματος διάκονον ἀμειβόμενοι.
すなわち、彼らは葡萄の酒の一瓶を与えることで、飲み物の代償として従者を交換に手に入るのである。