§5.22.1πλεῖστον εἰρηνικῶς διακεῖσθαι.
大部分は平和的な関係を保っている。
ἀλλὰ περὶ μὲν τῶν κατʼ αὐτὴν νομίμων καὶ τῶν ἄλλων ἰδιωμάτων τὰ κατὰ μέρος ἀναγράψομεν ὅταν ἐπὶ τὴν Καίσαρος γενομένην στρατείαν εἰς Βρεττανίαν παραγενηθῶμεν, νῦν δὲ περὶ τοῦ κατʼ αὐτὴν φυομένου καττιτέρου διέξιμεν.
しかし、この島の慣習や他の特異な点についての詳細な事柄は、カエサルがブリタニアへ行った遠征の記述に至った時に記録することとし、今はそこで産出する錫について詳しく述べることにする。
τῆς γὰρ Βρεττανικῆς κατὰ τὸ ἀκρωτήριον τὸ καλούμενον Βελέριον οἱ κατοικοῦντες φιλόξενοί τε διαφερόντως εἰσὶ καὶ διὰ τὴν τῶν ξένων ἐμπόρων ἐπιμιξίαν ἐξημερωμένοι τὰς ἀγωγάς.
ブリタニアの、ベレリオンと呼ばれる岬のあたりに住む人々は、格段に人をもてなし、外国の商人たちとの交流によってその生活様式が洗練されている。
οὗτοι τὸν καττίτερον κατασκευάζουσι φιλοτέχνως ἐργαζόμενοι τὴν φέρουσαν αὐτὸν γῆν.
彼らはそれを産出する土を巧みに加工して、錫を作り出す。
§5.22.2αὕτη δὲ πετρώδης οὖσα διαφυὰς ἔχει γεώδεις, ἐν αἷς τὸν πόρον κατεργαζόμενοι καὶ τήξαντες καθαίρουσιν.
この土は岩がちであるが、土の走る割れ目(鉱脈)があり、その中で彼らは鉱脈を掘り出して加工し、溶解させて精錬する。
ἀποτυποῦντες δʼ εἰς ἀστραγάλων ῥυθμοὺς κομίζουσιν εἴς τινα νῆσον προκειμένην μὲν τῆς Βρεττανικῆς, ὀνομαζομένην δὲ Ἴκτιν·
そして、それを距骨の形に成型し、ブリタニアの前面に位置する、イクティスと呼ばれるある島へと運ぶ。
κατὰ γὰρ τὰς ἀμπώτεις ἀναξηραινομένου τοῦ μεταξὺ τόπου ταῖς ἁμάξαις εἰς ταύτην κομίζουσι δαψιλῆ τὸν καττίτερον.
というのも、引き潮の時に、中間の場所が乾燥するため、荷車でこの島へと大量の錫を運ぶからである。
§5.22.3ἴδιον δέ τι συμβαίνει περὶ τὰς πλησίον νήσους τὰς μεταξὺ κειμένας τῆς τε Εὐρώπης καὶ τῆς Βρεττανικῆς·
ヨーロッパとブリタニアの間にある近隣の島々には、ある奇妙な特徴が見られる。
κατὰ μὲν γὰρ τὰς πλημυρίδας τοῦ μεταξὺ πόρου πληρουμένου νῆσοι φαίνονται, κατὰ δὲ τὰς ἀμπώτεις ἀπορρεούσης τῆς θαλάττης καὶ πολὺν τόπον ἀναξηραινούσης θεωροῦνται χερρόνησοι.
すなわち、満潮の時には中間の海峡が満たされるため島のように見え、引き潮の時には、海が引き、広い場所が干上がるため、半島として観察されるのである。
§5.22.4ἐντεῦθεν δʼ οἱ ἔμποροι παρὰ τῶν ἐγχωρίων ὠνοῦνται καὶ διακομίζουσιν εἰς τὴν Γαλατίαν·
そこから商人たちは土着の人々からこれを買い取り、ガラティアへと運び込む。
τὸ δὲ τελευταῖον πεζῇ διὰ τῆς Γαλατίας πορευθέντες ἡμέρας ὡς τριάκοντα κατάγουσιν ἐπὶ τῶν ἵππων τὰ φορτία πρὸς τὴν ἐκβολὴν τοῦ Ῥοδανοῦ ποταμοῦ.
そして最後に、陸路でガラティアを通っておよそ30日間旅をし、馬の背に荷を載せて、ローヌ川の河口へと運ぶ。
περὶ μὲν οὖν τοῦ καττιτέρου τοῖς ῥηθεῖσιν ἀρκεσθησόμεθα,
それゆえ、錫については、述べられたことで十分としよう。