§5.20.1κατὰ μὲν οὖν τοὺς παλαιοὺς χρόνους ἀνεύρετος ἦν διὰ τὸν ἀπὸ τῆς ὅλης οἰκουμένης ἐκτοπισμόν, ὕστερον δʼ εὑρέθη διὰ τοιαύτας αἰτίας.
それゆえ、古代においては、既知の世界全体から遠く離れて位置していたため、この島は知られていなかったが、後に次のような原因によって発見された。
Φοίνικες ἐκ παλαιῶν χρόνων συνεχῶς πλέοντες κατʼ ἐμπορίαν πολλὰς μὲν κατὰ τὴν Λιβύην ἀποικίας ἐποιήσαντο, οὐκ ὀλίγας δὲ καὶ τῆς Εὐρώπης ἐν τοῖς πρὸς δύσιν κεκλιμένοις μέρεσι.
フェニキア人は古代から交易のために絶えず航海し、リビア沿岸に多くの植民都市を築き、またヨーロッパの西に傾いた地域にも少なからぬ植民都市を築いた。
τῶν δʼ ἐπιβολῶν αὐτοῖς κατὰ νοῦν προχωρουσῶν, πλούτους μεγάλους ἤθροισαν, καὶ τὴν ἐκτὸς Ἡρακλείων στηλῶν ἐπεβάλοντο πλεῖν, ἣν ὠκεανὸν ὀνομάζουσι.
彼らの企てが意図通りに進むにつれて、彼らは莫大な富を蓄え、ヘラクレスの柱の外側にある、大洋と呼ばれる海へと航海することを企てた。
§5.20.2καὶ πρῶτον μὲν ἐπʼ αὐτοῦ τοῦ κατὰ τὰς στήλας πόρου πόλιν ἔκτισαν ἐπὶ τῆς Εὐρώπης, ἣν οὖσαν χερρόνησον προσηγόρευσαν Γάδειρα, ἐν ᾗ τά τε ἄλλα κατεσκεύασαν οἰκείως τοῖς τόποις καὶ ναὸν Ἡρακλέους πολυτελῆ, καὶ θυσίας κατέδειξαν μεγαλοπρεπεῖς τοῖς τῶν Φοινίκων ἔθεσι διοικουμένας.
そしてまず、まさにその柱のところの海峡に接するヨーロッパ側に都市を築き、それは半島であったため、そこをガデイラと名付けた。 彼らはその中に、その土地にふさわしい様々な施設や、ヘラクレスの豪華な神殿を建設し、フェニキア人の風習に従って執り行われる壮麗な犠牲式を定めた。
τὸ δʼ ἱερὸν συνέβη τοῦτο καὶ τότε καὶ κατὰ τοὺς νεωτέρους χρόνους τιμᾶσθαι περιττότερον μέχρι τῆς καθʼ ἡμᾶς ἡλικίας.
この神殿は、当時も、また後世においても、我々の時代に至るまで並々ならぬ崇敬を受けることになった。
πολλοὶ δὲ καὶ τῶν Ῥωμαίων ἐπιφανεῖς ἄνδρες καὶ μεγάλας πράξεις κατειργασμένοι ἐποιήσαντο μὲν τούτῳ τῷ θεῷ εὐχάς, συνετέλεσαν δʼ αὐτὰς μετὰ τὴν συντέλειαν τῶν κατορθωμάτων.
ローマ人の多くの著名な人々や、偉大な功績を成し遂げた人々も、この神に対して誓願を立て、その偉業を成し遂げた後に誓いを果たした。
§5.20.3οἱ δʼ οὖν Φοίνικες διὰ τὰς προειρημένας αἰτίας ἐρευνῶντες τὴν ἐκτὸς τῶν στηλῶν παραλίαν καὶ παρὰ τὴν Λιβύην πλέοντες, ὑπʼ ἀνέμων μεγάλων ἀπηνέχθησαν ἐπὶ πολὺν πλοῦν δι’ ὠκεανοῦ.
さて、フェニキア人たちは上述の理由から柱の外側の沿岸を探索し、リビアに沿って航海していたが、激しい風によって大洋の遥か彼方へと流されてしまった。
χειμασθέντες δʼ ἐπὶ πολλὰς ἡμέρας προσηνέχθησαν τῇ προειρημένῃ νήσῳ, καὶ τὴν εὐδαιμονίαν αὐτῆς καὶ φύσιν κατοπτεύσαντες ἅπασι γνώριμον ἐποίησαν.
何日もの間嵐に翻弄された末、彼らは前述の島に漂着し、その豊かさと自然を観察して、すべての人にそれを知らせた。
§5.20.4διὸ καὶ Τυρρηνῶν θαλαττοκρατούντων καὶ πέμπειν εἰς αὐτὴν ἀποικίαν ἐπιβαλλομένων, διεκώλυσαν αὐτοὺς Καρχηδόνιοι, ἅμα μὲν εὐλαβούμενοι μὴ διὰ τὴν ἀρετὴν τῆς νήσου πολλοὶ τῶν ἐκ τῆς Καρχηδόνος εἰς ἐκείνην μεταστῶσιν, ἅμα δὲ πρὸς τὰ παράλογα τῆς τύχης κατασκευαζόμενοι καταφυγήν, εἴ τι περὶ τὴν Καρχηδόνα ὁλοσχερὲς πταῖσμα συμβαίνοι·
このため、テュレニア人が海を支配し、そこへ植民地を送ることを企てた際にも、カルタゴ人が彼らを阻止した。 それは、一方では島の豊かさゆえにカルタゴから多くの人々がそこへ移住してしまうのを警戒したためであり、他方では、もしカルタゴに何か決定的な破滅が降りかかった場合に、運命の不測の事態に対する避難所を用意するためであった。
δυνήσεσθαι γὰρ αὐτοὺς θαλαττοκρατοῦντας ἀπᾶραι πανοικίους εἰς ἀγνοουμένην ὑπὸ τῶν ὑπερεχόντων νῆσον.
すなわち、制海権を握っている自分たちであれば、支配者たちに知られていないその島へ、一族を挙げて船出することができるだろうと考えたからである。