§5.18.1παράδοξον δέ τι καὶ κατὰ τοὺς γάμους νόμιμον παρʼ αὐτοῖς ἐστιν·
彼らの間には、婚礼に関してもある奇妙な習わしが存在する。
ἐν γὰρ ταῖς κατὰ τοὺς γάμους εὐωχίαις οἰκείων τε καὶ φίλων κατὰ τὴν ἡλικίαν ὁ πρῶτος ἀεὶ καὶ ὁ δεύτερος καὶ οἱ λοιποὶ κατὰ τὸ ἑξῆς μίσγονται ταῖς νύμφαις ἀνὰ μέρος, ἐσχάτου τοῦ νυμφίου τυγχάνοντος ταύτης τῆς τιμῆς.
すなわち、婚礼の祝宴において、親族や友人のうち、年齢順に、常に第一の者、第二の者、そして他の者たちが順に、交代で花嫁と交わり、花婿は最後にこの栄誉にあずかるのである。
§5.18.2ἴδιον δέ τι ποιοῦσι καὶ παντελῶς ἐξηλλαγμένον περὶ τὰς τῶν τετελευτηκότων ταφάς·
また彼らは、亡くなった人々の埋葬に関しても、独特で完全に風変わりなことを行う。
συγκόψαντες γὰρ ξύλοις τὰ μέλη τοῦ σώματος εἰς ἀγγεῖον ἐμβάλλουσι καὶ λίθους δαψιλεῖς ἐπιτιθέασιν.
すなわち、木を用いて遺体の手足を細かく砕き、容器の中に入れ、その上に多くの石を載せるのである。
§5.18.3ὁπλισμὸς δʼ ἐστὶν αὐτοῖς τρεῖς σφενδόναι, καὶ τούτων μίαν μὲν περὶ τὴν κεφαλὴν ἔχουσιν, ἄλλην δὲ περὶ τὴν γαστέρα, τρίτην δʼ ἐν ταῖς χερσί.
彼らの武装は三つの投石器であり、これらのうち一つを頭の周りに、もう一つを腰の周りに巻き、三つ目を手に持っている。
κατὰ δὲ τὰς πολεμικὰς χρείας βάλλουσι λίθους πολὺ μείζους τῶν ἄλλων οὕτως εὐτόνως, ὥστε δοκεῖν τὸ βληθὲν ἀπό τινος καταπέλτου φέρεσθαι·
戦闘の必要が生じた際には、他の誰よりもはるかに大きな石を非常に力強く投げるため、投げられた石はまるでカタパルトから放たれたかのように飛んでいくように思われる。
διὸ καὶ κατὰ τὰς τειχομαχίας ἐν ταῖς προσβολαῖς τύπτοντες τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας κατατραυματίζουσιν, ἐν δὲ ταῖς παρατάξεσι τούς τε θυρεοὺς καὶ τὰ κράνη καὶ πᾶν σκεπαστήριον ὅπλον συντρίβουσι.
それゆえ、攻城戦の襲撃においては、胸壁の上に立っている者たちを撃って重傷を負わせ、野戦においては、盾や兜、あらゆる防御用武具を粉砕する。
§5.18.4κατὰ δὲ τὴν εὐστοχίαν οὕτως ἀκριβεῖς εἰσιν, ὥστε κατὰ τὸ πλεῖστον μὴ ἁμαρτάνειν τοῦ προκειμένου σκοποῦ.
そして彼らは、標的を狙う正確さにおいては非常に精密であり、大部分において、目の前にある標的を外すことはない。
αἴτιαι δὲ τούτων αἱ συνεχεῖς ἐκ παίδων μελέται, καθʼ ἃς ὑπὸ τῶν μητέρων ἀναγκάζονται παῖδες ὄντες σφενδονᾶν·
これらの原因は、子供の頃からの絶え間ない練習であり、これによって彼らは子供のときに母親たちから投石を強制される。
προκειμένου γὰρ σκοποῦ κατά τι ξύλον ἠρτημένου ἄρτου, οὐ πρότερον δίδοται τῷ μελετῶντι φαγεῖν, ἕως ἂν τυχὼν τοῦ ἄρτου συγχωρούμενον λάβῃ παρὰ τῆς μητρὸς καταφαγεῖν τοῦτον.
すなわち、木から吊るされたパンが標的として目の前に置かれ、練習する者は、パンに命中させて母親からそれを食べる許しを得るまでは、食べることを与えられないのである。