§5.11.1μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρημος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνομαζομένη.
リパラの次には、西の方角、外海に島があり、大きさは小さいが、荒涼としており、ある出来事のゆえにオステオーデース(骨の島)と名付けられている。
καθʼ ὃν γὰρ καιρὸν Καρχηδόνιοι πρὸς Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους δυνάμεις εἶχον ἀξιολόγους πεζάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφόρων ὄντων παρʼ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολλὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβάνωσιν, ἐχρήσαντο καὶ τότε τῇ συνήθει ῥᾳδιουργίᾳ τε καὶ τόλμῃ.
カルタゴ人がシラクサ人と数々の大きな戦争を行って、陸海ともに注目すべき軍勢を擁していた時期に、彼らのもとには多くの、そして様々な民族からなる傭兵たちがおり、彼らは不穏で、多くの大きな反乱を起こす習性があり、特に給与を適切な時期に受け取れない時にはそうであったが、その時もまた、いつもの不法行為と大胆さを用いた。
ὄντες γὰρ τὸν ἀριθμὸν ὡς ἑξακισχίλιοι, §5.11.2καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκείνων δʼ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι.
すなわち、彼らは数にして約六千人であったが、給与を受け取っていなかったので、最初は集団で押し寄せて将軍たちを大声で非難し、将軍たちが資金に窮して支払いを何度も引き延ばしていたところ、彼らはカルタゴ人に武器をもって報復すると脅し、指揮官たちに暴力を振るおうとした。
§5.11.3τῆς δὲ γερουσίας ἐγκαλούσης καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαομένης, ἡ μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσέταξεν ἀφανίσαι πάντας τοὺς ἐγκαλουμένους·
(カルタゴの)元老院が彼らを告発し、不和がますます激化していったので、元老院は将軍たちに、告発された者たち全員を秘密裏に亡き者にするよう命じた。
οἱ δὲ λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβιβάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν.
彼らはその命令を受け、傭兵たちを船に乗せて、何らかの軍事上の必要性に向かうかのように出航した。
προσπλεύσαντες δὲ τῇ προειρημένῃ νήσῳ, καὶ πάντας τοὺς μισθοφόρους ἀποβιβάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν αὐτῇ τοὺς ἐγκαλουμένους.
そして、前述の島に船を寄せ、傭兵たち全員をその島に上陸させると、告発された者たちをそこに残したまま出航し去った。
§5.11.4οἱ δὲ μισθοφόροι περιαλγεῖς ὄντες τῇ περιστάσει καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῷ διεφθάρησαν.
傭兵たちはこの窮状に深く悲しみ、カルタゴ人に報復することもできず、飢えによって死に絶えた。
ἐν νήσῳ δὲ μικρᾷ τοσούτων αἰχμαλώτων τελευτησάντων συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι τῶν ὀστῶν·
小さな島でこれほど多くの囚われた者たちが亡くなったため、狭い場所が骨で満たされることとなった。
ἀφʼ ἧς αἰτίας ἡ νῆσος ἔτυχε τῆς προσηγορίας.
この原因から、この島はその名称を得ることとなった。
οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρόπον παρανομηθέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείᾳ τροφῆς διαφθαρέντες.
このようにして、傭兵たちは法を犯した不当な扱いを受け、食糧の欠乏によって死に絶え、最大の災難に遭ったのである。