§5.10.1λείπεται δʼ ἡμῖν περὶ τῆς τῶν Λιπαραίων πόλεως τὰς αἰτίας ἀποδοῦναι, διʼ ἃς ἐν τοῖς ὕστερον χρόνοις ἔλαβεν αὔξησιν οὐ μόνον πρὸς εὐδαιμονίαν, ἀλλὰ καὶ πρὸς δόξαν.
リパラ人の都市について、のちの時代にこの都市が繁栄においてだけでなく、名声においても発展を遂げた原因を説明することが、我々に残されている。
αὕτη γὰρ λιμέσι τε καλοῖς ὑπὸ τῆς φύσεως κεκόσμηται καὶ θερμοῖς ὕδασι τοῖς διαβεβοημένοις·
なぜなら、この都市は自然によって美しい港と広く知れ渡った温泉に恵まれているからである。
οὐ μόνον γὰρ πρὸς ὑγίειαν τῶν νοσούντων τὰ κατʼ αὐτὴν λουτρὰ πολλὰ συμβάλλεται, ἀλλὰ καὶ κατὰ τὴν τῶν θερμῶν ὑδάτων ἰδιότητα παρέχεται τέρψιν καὶ ἀπόλαυσιν οὐ τὴν τυχοῦσαν.
そこにある浴場は病人の健康に大いに貢献するだけでなく、温泉の特有の性質により、並大抵ではない愉しみと享楽をも提供してくれる。
διόπερ πολλοὶ τῶν κατὰ τὴν Σικελίαν ὑπὸ νόσων ἰδιοτρόπων ἐνοχλούμενοι καταντῶσιν εἰς αὐτήν, καὶ τοῖς λουτροῖς χρώμενοι παραδόξως ὑγιεῖς καθίστανται.
それゆえ、シケリア全土から、特異な病気に苦しむ多くの人々がこの都市を訪れ、温泉を利用することで、驚くほど健康を回復するのである。
§5.10.2ἔχει δʼ ἡ νῆσος αὕτη τὰ διαβεβοημένα μέταλλα τῆς στυπτηρίας, ἐξ ἧς λαμβάνουσιν οἱ Λιπαραῖοι καὶ Ῥωμαῖοι μεγάλας προσόδους.
また、この島にはかの有名な明礬の鉱山があり、リパラ人とローマ人はそこから多大な収入を得ている。
οὐδαμοῦ γὰρ τῆς οἰκουμένης στυπτηρίας γινομένης καὶ πολλὴν χρείαν παρεχομένης, εἰκότως μονοπώλιον ἔχοντες καὶ τὰς τιμὰς ἀναβιβάζοντες πλῆθος χρημάτων λαμβάνουσιν ἄπιστον·
なぜなら、居住世界の他のどこにも明礬は産出されず、一方で明礬には多大な需要があるため、彼らは当然のように独占権を握り、価格を釣り上げて、信じられないほどの富を得ているからである。
ἐν μόνῃ γὰρ τῇ νήσῳ Μήλῳ φύεται μικρά τις στυπτηρία, μὴ δυναμένη διαρκεῖν πολλαῖς πόλεσιν.
実に、メロス島においてのみ、わずかな明礬が産出されるが、これは多くの都市を賄うには到底足りない。
§5.10.3ἔστι δὲ καὶ ἡ νῆσος τῶν Λιπαραίων μικρὰ μὲν τὸ μέγεθος, καρποφόρος δὲ ἱκανῶς καὶ τὰ πρὸς ἀνθρώπων τρυφὴν ἔχουσα διαφερόντως·
また、リパラ人の島は、大きさこそ小さいものの、十分に実り豊かであり、人間の贅沢に必要なものをとりわけ豊富に備えている。
καὶ γὰρ ἰχθύων παντοδαπῶν παρέχεται πλῆθος τοῖς κατοικοῦσι καὶ τῶν ἀκροδρύων τὰ μάλιστα δυνάμενα παρέχεσθαι τὴν ἐκ τῆς ἀπολαύσεως ἡδονήν.
というのも、この島は住民にあらゆる種類の魚を豊富に提供し、また、果樹の実のうちでも、味わうことで最も大きな快楽を与えてくれるものを豊かに提供するからである。
καὶ περὶ μὲν Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰόλου νήσων καλουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
リパラおよび、いわゆるアイオロスの諸島についての記述は、これまでに述べられたことで十分としよう。