Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §5.11.1-5.11.4

迦太基遗弃雇佣兵与奥斯泰奥德斯岛

第 333 段,共 406 段 · 希腊语

内容简介

迦太基雇佣兵因未能领到薪饷而企图叛乱,迦太基元老院与将领共谋将他们遗弃在西方的一座荒岛上饿死。该岛因堆满他们的骨头而被命名为“奥斯泰奥德斯(骨之岛)”。

§5.11.1μετὰ δὲ τὴν Λιπάραν εἰς τὸ πρὸς δυσμὰς μέρος νῆσός ἐστι πελαγία, μικρὰ μὲν τὸ μέγεθος, ἔρημος δὲ καὶ διά τινα περιπέτειαν Ὀστεώδης ὀνομαζομένη.
在里帕拉之后,向西的方向有一座外海中的岛屿,面积狭小,却荒凉无物,因某种变故而被称为奥斯泰奥德斯(骨之岛)。
καθʼ ὃν γὰρ καιρὸν Καρχηδόνιοι πρὸς Συρακοσίους διαπολεμοῦντες πολλοὺς καὶ μεγάλους πολέμους δυνάμεις εἶχον ἀξιολόγους πεζάς τε καὶ ναυτικάς, περὶ δὲ τούτους τοὺς καιροὺς μισθοφόρων ὄντων παρʼ αὐτοῖς πολλῶν καὶ παντοδαπῶν τοῖς ἔθνεσιν, οὗτοι δὲ ταραχώδεις ὄντες καὶ πολλὰς καὶ μεγάλας στάσεις εἰωθότες ποιεῖσθαι, καὶ μάλιστα ὅταν τοὺς μισθοὺς εὐκαίρως μὴ λαμβάνωσιν, ἐχρήσαντο καὶ τότε τῇ συνήθει ῥᾳδιουργίᾳ τε καὶ τόλμῃ.
因为在迦太基人与叙拉古人进行多次重大战争、拥有海陆两军瞩目实力的时期,而在这些时期,他们手下有许多来自各民族的雇佣兵,这些雇佣兵性情不驯,惯于发动多次重大叛乱,尤其是在未能按时获得薪饷的时候,当时他们也再次采取了惯常的违法行径与大胆举动。
ὄντες γὰρ τὸν ἀριθμὸν ὡς ἑξακισχίλιοι, §5.11.2καὶ τοὺς μισθοὺς οὐκ ἀπολαμβάνοντες, τὸ μὲν πρῶτον συντρέχοντες κατεβόων τῶν στρατηγῶν, ἐκείνων δʼ ἀπορουμένων χρημάτων καὶ πολλάκις ἀναβαλλομένων τὰς ἀποδόσεις, ἠπείλουν τοῖς ὅπλοις ἀμυνεῖσθαι τοὺς Καρχηδονίους, καὶ τὰς χεῖρας προσέφερον τοῖς ἡγεμόσι.
他们人数约有六千人,因未能领到薪饷,起初便聚集起来大声谴责将领,而当将领们因资金匮乏而屡次推迟发放时,他们便威胁要用武器向迦太基人进行报复,并对指挥官们动手。
§5.11.3τῆς δὲ γερουσίας ἐγκαλούσης καὶ τῆς διαφορᾶς ἀεὶ μᾶλλον ἐκκαομένης, ἡ μὲν γερουσία τοῖς στρατηγοῖς ἐν ἀπορρήτοις προσέταξεν ἀφανίσαι πάντας τοὺς ἐγκαλουμένους·
随着元老院对他们提出控诉,冲突也愈演愈烈,元老院秘密命令将领们将所有被控诉者全部消灭。
οἱ δὲ λαβόντες τὰς ἐντολάς, καὶ τοὺς μισθοφόρους ἐμβιβάσαντες εἰς τὰς ναῦς, ἐξέπλευσαν ὡς ἐπί τινα πολεμικὴν χρείαν.
将领们接到命令后,让雇佣兵们登上船只,仿佛是要去执行某种军事任务一般启航。
προσπλεύσαντες δὲ τῇ προειρημένῃ νήσῳ, καὶ πάντας τοὺς μισθοφόρους ἀποβιβάσαντες εἰς αὐτήν, ἀπέπλευσαν καταλιπόντες ἐν αὐτῇ τοὺς ἐγκαλουμένους.
他们航行到上述岛屿,将所有雇佣兵遗弃在岛上,然后便扬帆而去,将那些被控诉者留在了那里。
§5.11.4οἱ δὲ μισθοφόροι περιαλγεῖς ὄντες τῇ περιστάσει καὶ μὴ δυνάμενοι τοὺς Καρχηδονίους ἀμύνασθαι, λιμῷ διεφθάρησαν.
雇佣兵们对这一处境感到极度悲伤,又无法向迦太基人报复,最终因饥饿而死。
ἐν νήσῳ δὲ μικρᾷ τοσούτων αἰχμαλώτων τελευτησάντων συνέβη τὸν τόπον ὀλίγον ὄντα πληρωθῆναι τῶν ὀστῶν· ἀφʼ ἧς αἰτίας ἡ νῆσος ἔτυχε τῆς προσηγορίας.
在如此狭小的岛屿上,有这么多的被囚者死去,以至于这片狭小的土地上堆满了骨头;因为这个原因,这座岛屿得到了它的名字。
οἱ μὲν οὖν μισθοφόροι τοῦτον τὸν τρόπον παρανομηθέντες τῆς μεγίστης συμφορᾶς ἔτυχον, ἐνδείᾳ τροφῆς διαφθαρέντες.
就这样,雇佣兵们遭受了如此违法不义的对待,因缺乏食物而死,遭遇了最大的灾难。

词汇与语法注释

  1. 5.11.1ὄντες γὰρ τὸν ἀριθμὸν ὡς ἑξακισχίλιοι — 句末的现在分词短语 `ὄντες...` 与下一节(§5.11.2)的主动词(`κατεβόων` 和 `ἠπείλουν`)的主语一致,跨越章节划分在语义上相连。`τὸν ἀριθμόν` 是关系宾格(限定宾格),意为“在数量上”。
  2. 5.11.2τοὺς Καρχηδονίους ἀμυνεῖσθαι — 动词 `ἀμύνω` 的中间态(此处为将来时不定式 `ἀμυνεῖσθαι`)带宾格时,意为“(向某人)报复、施以报复”或“(自某人处)自卫”。在此语境中,指雇佣兵威胁要拿起武器向迦太基人报复。
  3. 5.11.3ἀφανίσαι — 不定式 `ἀφανίσαι`(`ἀφανίζω`“使不见”的无定过去时主动态)在此处作为委婉语,意为“秘密抹杀”、“消灭”或“使(被控者)从此世消失”。
  4. 5.11.4αἰχμαλώτων — 虽然 `αἰχμάλωτος` 通常指“战争俘虏”,但此处用于形容被遗弃在岛上、如同被囚禁而无法逃脱的雇佣兵们的悲惨处境。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §5.11.1-5.11.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:5.11.1-5.11.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。