§5.12.1ἡμεῖς δʼ ἐπεὶ τὰ περὶ τὰς Αἰολίδας νήσους διήλθομεν, ἐν μέρει τὰς ἐκ θατέρου μέρους νήσους κειμένας ἀναγραφῆς ἀξιώσομεν.
私たちはアイオリス諸島に関する事柄を語り終えたので、今度は、もう一方の側に位置している島々を記録に値するものとして記述することにしよう。
τῆς γὰρ Σικελίας ἐκ τοῦ κατὰ μεσημβρίαν μέρους νῆσοι τρεῖς πρόκεινται πελάγιαι, καὶ τούτων ἑκάστη πόλιν ἔχει καὶ λιμένας δυναμένους τοῖς χειμαζομένοις σκάφεσι παρέχεσθαι τὴν ἀσφάλειαν.
というのは、シチリアの南側の部分から外海に向かって三つの島が横たわっており、これらの各々は都市と、嵐に遭った船に安全を提供できる港を持っているからである。
§5.12.2καὶ πρώτη μέν ἐστιν ἡ προσαγορευομένη Μελίτη, τῶν Συρακουσῶν ἀπέχουσα σταδίους ὡς ὀκτακοσίους, καὶ λιμένας μὲν ἔχει πολλοὺς καὶ διαφόρους ταῖς εὐχρηστίαις, τοὺς δὲ κατοικοῦντας ταῖς οὐσίαις εὐδαίμονας·
そして第一のものはメリテと呼ばれる島であり、シラクサから約八百スタディオン離れており、多くの、そしてその実用性において優れた港を持ち、住民たちはその財産において富裕である。
τεχνίτας τε γὰρ ἔχει παντοδαποὺς ταῖς ἐργασίαις, κρατίστους δὲ τοὺς ὀθόνια ποιοῦντας τῇ τε λεπτότητι καὶ τῇ μαλακότητι διαπρεπῆ, τάς τε οἰκήσεις ἀξιολόγους καὶ κατεσκευασμένας φιλοτίμως γείσσοις καὶ κονιάμασι περιττότερον.
すなわち、この島には彼らの職能においてあらゆる種類の職人がおり、なかでも最も優秀なのは、その細さと柔らかさにおいて際立った亜麻布を作る者たちであり、また住宅は注目すべきもので、軒蛇腹や漆喰で非常に贅沢に造られている。
§5.12.3ἔστι δʼ ἡ νῆσος αὕτη Φοινίκων ἄποικος, οἳ ταῖς ἐμπορίαις διατείνοντες μέχρι τοῦ κατὰ τὴν δύσιν ὠκεανοῦ καταφυγὴν εἶχον ταύτην, εὐλίμενον οὖσαν καὶ κειμένην πελαγίαν·
この島はフェニキア人の植民地であり、彼らは商業活動を西の海洋にまで広げていたが、この島が港に恵まれ、外海に位置しているのを利用して、ここを避難所としたのである。
διʼ ἣν αἰτίαν οἱ κατοικοῦντες αὐτὴν εὐχρηστούμενοι κατὰ πολλὰ διὰ τοὺς ἐμπόρους ταχὺ τοῖς τε βίοις ἀνέδραμον καὶ ταῖς δόξαις ηὐξήθησαν.
この原因により、そこに住む人々は、商人たちのおかげで多くの点で便宜を得て、急速にその暮らしを向上させ、名声を高めた。
§5.12.4μετὰ δὲ ταύτην τὴν νῆσόν ἐστιν ἑτέρα τὴν μὲν προσηγορίαν ἔχουσα Γαῦλος, πελαγία δὲ καὶ λιμέσιν εὐκαίροις κεκοσμημένη, Φοινίκων ἄποικος.
この島の次には、ガウロスという名称を持ち、外海にあって、好都合な港を備えた、フェニキア人の植民地である別の島がある。
ἑξῆς δʼ ἐστὶ Κέρκινα, πρὸς τὴν Λιβύην νενευκυῖα, πόλιν ἔχουσα σύμμετρον καὶ λιμένας εὐχρηστοτάτους, οὐ μόνον ταῖς ἐμπόροις, ἀλλὰ καὶ ταῖς μακραῖς ναυσὶν εὐθετοῦντας.
その次にはケルキナがあり、リビアの方を向いており、適度な大きさの都市と、商船だけでなく軍船にとっても非常に都合の良い、きわめて実用的な港を持っている。
ἐπεὶ δὲ περὶ τῶν κατὰ τὴν μεσημβρίαν νήσων εἰρήκαμεν, ἐπάνιμεν πάλιν ἐπὶ τὰς ἑξῆς τῇ Λιπάρᾳ νήσους τὰς κειμένας κατὰ τὸ Τυρρηνικὸν καλούμενον πέλαγος.
さて、南側に位置する島々について語り終えたので、私たちは再び、いわゆるティレニア海に位置する、リパラに続く島々へと戻ることにしよう。