§4.9.1τῆς Ἀκρισίου τοίνυν Δανάης καὶ Διός φασι γενέσθαι Περσέα·
さて、アクリシオス[の娘]ダナエとゼウスからペルセウスが生まれたと言われている。
τούτῳ δὲ μιγεῖσαν τὴν Κηφέως Ἀνδρομέδαν Ἠλεκτρύωνα γεννῆσαι, ἔπειτα τούτῳ τὴν Πέλοπος Εὐρυδίκην συνοικήσασαν Ἀλκμήνην τεκνῶσαι, καὶ ταύτῃ Δία μιγέντα διʼ ἀπάτης Ἡρακλέα γεννῆσαι.
そして、ケペウス[の娘]アンドロメダがこの者と交わってエレクトリュオンを産み、次いでペロプス[の娘]エウリュディケがこの者と婚姻してアルクメネを産み、そしてゼウスが欺きによってこの女と交わってヘラクレスを産んだ[と言われている]。
§4.9.2τὴν μὲν οὖν ὅλην τοῦ γένους ῥίζαν ἀπʼ ἀμφοτέρων τῶν γονέων εἰς τὸν μέγιστον τῶν θεῶν ἀναφέρειν λέγεται τὸν εἰρημένον τρόπον.
このように、彼の両親の双方からの血統の根の全体が、最も偉大な神へと遡るということが、上述の方法で語られている。
τὴν δὲ γεγενημένην περὶ αὐτὸν ἀρετὴν οὐκ ἐν ταῖς πράξεσι θεωρηθῆναι μόνον, ἀλλὰ καὶ πρὸ τῆς γενέσεως γινώσκεσθαι.
そして、彼に関して生じた優れた徳は、ただその業績において観察されるだけでなく、その誕生の前から知られていたと言われている。
τὸν γὰρ Δία μισγόμενον Ἀλκμήνῃ τριπλασίαν τὴν νύκτα ποιῆσαι, καὶ τῷ πλήθει τοῦ πρὸς τὴν παιδοποιίαν ἀναλωθέντος χρόνου προσημῆναι τὴν ὑπερβολὴν τῆς τοῦ γεννηθησομένου ῥώμης.
というのも、ゼウスはアルクメネと交わる際、その夜を三倍の長さにし、子をなすために費やされた時間の多さによって、生まれるべき者の強さの並外れさをあらかじめ示したからである。
§4.9.3καθόλου δὲ τὴν ὁμιλίαν ταύτην οὐκ ἐρωτικῆς ἐπιθυμίας ἕνεκα ποιήσασθαι, καθάπερ ἐπὶ τῶν ἄλλων γυναικῶν, ἀλλὰ τὸ πλέον τῆς παιδοποιίας χάριν.
一般に、この交わりは、他の女たちの場合のように情欲の衝動のためになされたのではなく、むしろ子をなすことを主な目的としてなされた[と言われている]。
διὸ καὶ βουλόμενον τὴν ἐπιπλοκὴν νόμιμον ποιήσασθαι βιάσασθαι μὲν μὴ βουληθῆναι, πεῖσαι δʼ οὐδαμῶς ἐλπίζειν διὰ τὴν σωφροσύνην· τὴν ἀπάτην οὖν προκρίναντα διὰ ταύτης παρακρούσασθαι τὴν Ἀλκμήνην, Ἀμφιτρύωνι κατὰ πᾶν ὁμοιωθέντα.
それゆえ、ゼウスはその交わりを適法なものにしたいと望みながらも、暴力を用いることは望まず、また彼女の貞淑さゆえに説得することは決して期待できなかったため、欺きを用いることを選び、これによってアルクメネを欺き、すべてにおいてアムピトリュオンにそっくり成りすましたのである。
§4.9.4διελθόντος δὲ τοῦ κατὰ φύσιν χρόνου ταῖς ἐγκύοις, τὸν μὲν Δία πρὸς τὴν Ἡρακλέους γένεσιν ἐνεχθέντα τῇ διανοίᾳ προειπεῖν παρόντων ἁπάντων τῶν θεῶν ὅτι τὸν κατʼ ἐκείνην τὴν ἡμέραν Περσειδῶν γεννώμενον ποιήσει βασιλέα, τὴν δʼ Ἥραν ζηλοτυποῦσαν καὶ συνεργὸν ἔχουσαν Εἰλείθυιαν τὴν θυγατέρα, τῆς μὲν Ἀλκμήνης παρακατασχεῖν τὰς ὠδῖνας, τὸν δʼ Εὐρυσθέα πρὸ τοῦ καθήκοντος χρόνου πρὸς τὸ φῶς ἀγαγεῖν.
妊婦たちにとって自然な時間が経過したとき、ゼウスはヘラクレスの誕生に心を奪われ、居合わせたすべての神々の前で、その日に生まれるペルセウスの子孫を王にするとあらかじめ宣言した。 しかしヘラは嫉妬し、娘のエレイテュイアを協力者として得て、アルクメネの陣痛を遅らせる一方で、エウリュステウスを予定の時期より前に光のもとへ連れ出した。
§4.9.5τὸν δὲ Δία καταστρατηγηθέντα βουληθῆναι τήν τε ὑπόσχεσιν βεβαιῶσαι καὶ τῆς Ἡρακλέους ἐπιφανείας προνοηθῆναι·
しかしゼウスは、出し抜かれたものの、その約束を確かなものにし、ヘラクレスの将来の栄光を配慮することを望んだ。
διό φασιν αὐτὸν τὴν μὲν Ἥραν πεῖσαι συγχωρῆσαι βασιλέα μὲν ὑπάρξαι κατὰ τὴν ἰδίαν ὑπόσχεσιν Εὐρυσθέα, τὸν δʼ Ἡρακλέα τεταγμένον ὑπὸ τὸν Εὐρυσθέα τελέσαι δώδεκα ἄθλους οὓς ἂν ὁ Εὐρυσθεὺς προστάξῃ, καὶ τοῦτο πράξαντα τυχεῖν τῆς ἀθανασίας.
それゆえ彼らは、ゼウスがヘラを説得し、自身の約束に従ってエウリュステウスが王となることを認める一方で、ヘラクレスはエウリュステウスの下に置かれて、エウリュステウスが命じる十二の試練を成し遂げ、これを実行したのちに不死を得るということで合意させたと語っている。
§4.9.6Ἀλκμήνη δὲ τεκοῦσα καὶ φοβηθεῖσα τὴν τῆς Ἥρας ζηλοτυπίαν, ἐξέθηκε τὸ βρέφος εἰς τὸν τόπον ὃς νῦν ἀπʼ ἐκείνου καλεῖται πεδίον Ἡράκλειον.
アルクメネは出産したものの、ヘラの嫉妬を恐れて、赤ん坊を、現在その名にちなんで「ヘラクレス平原」と呼ばれている場所に遺棄した。
καθʼ ὃν δὴ χρόνον Ἀθηνᾶ μετὰ τῆς Ἥρας προσιοῦσα, καὶ θαυμάσασα τοῦ παιδίου τὴν φύσιν, συνέπεισε τὴν Ἥραν ὑποσχεῖν τὴν θηλήν.
まさにその時、アテナがヘラとともに通りかかり、その子の天分に感嘆して、ヘラに乳房を与えるよう促した。
τοῦ δὲ παιδὸς ὑπὲρ τὴν ἡλικίαν βιαιότερον ἐπισπασαμένου τὴν θηλήν, ἡ μὲν Ἥρα διαλγήσασα τὸ βρέφος ἔρριψεν, Ἀθηνᾶ δὲ κομίσασα αὐτὸ πρὸς τὴν μητέρα τρέφειν παρεκελεύσατο.
しかし、その子が年齢に似合わず激しく乳房を吸ったため、ヘラは激痛を感じて赤ん坊を投げ捨てた。 アテナは彼を拾い上げて母親のもとへ運び、育てるように勧めた。
§4.9.7θαυμάσαι δʼ ἄν τις εἰκότως τὸ τῆς περιπετείας παράδοξον·
人はこの事態の急変の奇妙さに当然ながら驚嘆するであろう。
ἡ μὲν γὰρ στέργειν ὀφείλουσα μήτηρ τὸ ἴδιον τέκνον ἀπώλλυεν, ἡ δὲ μητρυιᾶς ἔχουσα μῖσος διʼ ἄγνοιαν ἔσωζε τὸ τῇ φύσει πολέμιον.
というのも、自分の子供を愛するべき母親はそれを破滅させようとしていたのに対し、継母としての憎しみを持つ彼女は、無知ゆえに、本性上敵である者を救っていたからである。