§4.8.1οὐκ ἀγνοῶ δʼ ὅτι πολλὰ δύσχρηστα συμβαίνει τοῖς ἱστοροῦσι τὰς παλαιὰς μυθολογίας, καὶ μάλιστα τὰς περὶ Ἡρακλέους.
私は、古代の神話、特にはヘラクレスに関するものを叙述する者たちにとって、多くの困難な事態が生じることを知らないわけではない。
τῷ μὲν γὰρ μεγέθει τῶν κατεργασθέντων ὁμολογουμένως οὗτος παραδέδοται πάντας τοὺς ἐξ αἰῶνος ὑπερᾶραι τῇ μνήμῃ παραδοθέντας·
というのも、この人物は成し遂げられたことの偉大さにおいて、有史以来記憶にとどめられて伝えられたあらゆる人々を凌駕したと一致して認められているからである。
δυσέφικτον οὖν ἐστι τὸ κατὰ τὴν ἀξίαν ἕκαστον τῶν πραχθέντων ἀπαγγεῖλαι καὶ τὸν λόγον ἐξισῶσαι τοῖς τηλικούτοις ἔργοις, οἷς διὰ τὸ μέγεθος ἔπαθλον ἦν ἡ ἀθανασία.
したがって、成し遂げられたことの一つ一つをその価値にふさわしく語り、その言葉を、その偉大さゆえに不死が報いとなったほどの甚大な業績に等しくすることは困難なことである。
§4.8.2διὰ δὲ τὴν παλαιότητα καὶ τὸ παράδοξον τῶν ἱστορουμένων παρὰ πολλοῖς ἀπιστουμένων τῶν μύθων, ἀναγκαῖον ἢ παραλιπόντας τὰ μέγιστα τῶν πραχθέντων καθαιρεῖν τι τῆς τοῦ θεοῦ δόξης ἢ πάντα διεξιόντας τὴν ἱστορίαν ποιεῖν ἀπιστουμένην.
しかし、叙述される事柄の古さと不可思議さのために、多くの人々によって神話が信じられない状況にあって、成し遂げられたことのうち最も偉大なものを省略してその神の栄光を幾分か損なうか、あるいはすべてを語り尽くしてその歴史を信じがたいものにしてしまうかのいずれかが不可避となる。
§4.8.3ἔνιοι γὰρ τῶν ἀναγινωσκόντων οὐ δικαίᾳ χρώμενοι κρίσει τἀκριβὲς ἐπιζητοῦσιν ἐν ταῖς ἀρχαίαις μυθολογίαις ἐπʼ ἴσης τοῖς πραττομένοις ἐν τοῖς καθʼ ἡμᾶς χρόνοις, καὶ τὰ δισταζόμενα τῶν ἔργων διὰ τὸ μέγεθος ἐκ τοῦ καθʼ αὑτοὺς βίου τεκμαιρόμενοι, τὴν Ἡρακλέους δύναμιν ἐκ τῆς ἀσθενείας τῶν νῦν ἀνθρώπων θεωροῦσιν, ὥστε διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους τῶν ἔργων ἀπιστεῖσθαι τὴν γραφήν.
というのも、読者の中には、公正ではない判断を用いて、古代の神話の中に、我々の時代に行われている事柄と同等に、厳密な正確さを求める者がおり、その偉大さゆえに疑わしいと思われる業績を自分自身の生活から推し量り、ヘラクレスの力を現在の人間たちの弱さから観察するため、業績の偉大さの度外れさゆえに、その記述が信じられなくなるのである。
§4.8.4καθόλου μὲν γὰρ ἐν ταῖς μυθολογουμέναις ἱστορίαις οὐκ ἐκ παντὸς τρόπου πικρῶς τὴν ἀλήθειαν ἐξεταστέον.
一般に、神話として語られる歴史においては、真実をあらゆる方法で厳しく詮索すべきではない。
καὶ γὰρ ἐν τοῖς θεάτροις, πεπεισμένοι μήτε Κενταύρους διφυεῖς ἐξ ἑτερογενῶν σωμάτων ὑπάρξαι μήτε Γηρυόνην τρισώματον, ὅμως προσδεχόμεθα τὰς τοιαύτας μυθολογίας, καὶ ταῖς ἐπισημασίαις συναύξομεν τὴν τοῦ θεοῦ τιμήν.
実際、劇場においても、異質な身体から成る二つの性質をもつケンタウロスも、三つの身体をもつゲリュオネスも存在しなかったと確信しながらも、私たちはそのような神話を受け入れ、拍手喝采によって神への敬意をともに高めるのである。
§4.8.5καὶ γὰρ ἄτοπον Ἡρακλέα μὲν ἔτι κατʼ ἀνθρώπους ὄντα τοῖς ἰδίοις πόνοις ἐξημερῶσαι τὴν οἰκουμένην, τοὺς δʼ ἀνθρώπους ἐπιλαθομένους τῆς κοινῆς εὐεργεσίας συκοφαντεῖν τὸν ἐπὶ τοῖς καλλίστοις ἔργοις ἔπαινον, καὶ τοὺς μὲν προγόνους διὰ τὴν ὑπερβολὴν τῆς ἀρετῆς ὁμολογουμένην αὐτῷ συγχωρῆσαι τὴν ἀθανασίαν, ἡμᾶς δὲ πρὸς τὸν θεὸν μηδὲ τὴν πατροπαράδοτον εὐσέβειαν διαφυλάττειν.
というのも、ヘラクレスがまだ人間の中にいた頃に彼自身の労苦によって人が住む世界を開拓した一方で、人間たちがその共通の恩恵を忘れて、最も美しい業績に対する称賛を不当に非難することは不条理であり、また、先祖たちが彼の卓越した徳ゆえに満場一致で彼に不死を認めた一方で、私たちがその神に対して先祖伝来の敬虔ささえも守り抜かないことも不条理だからである。
ἀλλὰ γὰρ τῶν τοιούτων λόγων ἀφέμενοι διέξιμεν αὐτοῦ τὰς πράξεις ἀπʼ ἀρχῆς ἀκολούθως τοῖς παλαιοτάτοις τῶν ποιητῶν τε καὶ μυθολόγων.
しかし、このような議論は脇に置いて、我々は最古の詩人たちや神話作家たちに従って、彼の業績を最初から順序立てて語ることにしよう。