§4.10.1μετὰ δὲ ταῦτα ἡ μὲν Ἥρα δύο δράκοντας ἀπέστειλε τοὺς ἀναλώσοντας τὸ βρέφος, ὁ δὲ παῖς οὐ καταπλαγεὶς ἑκατέρᾳ τῶν χειρῶν τὸν αὐχένα σφίγξας ἀπέπνιξε τοὺς δράκοντας.
その後、ヘラは赤ん坊を食い殺させるために二匹の蛇を送ったが、その子は恐れることなく、両方の手でそれぞれの首を絞めて、蛇たちを窒息死させた。
διόπερ Ἀργεῖοι πυθόμενοι τὸ γεγονὸς Ἡρακλέα προσηγόρευσαν, ὅτι δι’ Ἥραν ἔσχε κλέος, Ἀλκαῖον πρότερον καλούμενον.
それゆえ、アルゴス人たちはこの出来事を知り、以前はアルカイオスと呼ばれていた彼を、ヘラによって名声を得たことから、ヘラクレスと呼んだ。
τοῖς μὲν οὖν ἄλλοις οἱ γονεῖς τοὔνομα περιτιθέασι, τούτῳ δὲ μόνῳ ἡ ἀρετὴ τὴν προσηγορίαν ἔθετο.
他の者たちには親が名前を与えるものであるが、彼にだけは、その徳がその呼称を与えたのである。
§4.10.2μετὰ δὲ ταῦτα ὁ μὲν Ἀμφιτρύων φυγαδευθεὶς ἐκ Τίρυνθος μετῴκησεν εἰς Θήβας·
その後、アムピトリュオンはティリュンスから追放され、テーバイに移住した。
ὁ δʼ Ἡρακλῆς τραφεὶς καὶ παιδευθεὶς καὶ μάλιστʼ ἐν τοῖς γυμνασίοις διαπονηθεὶς ἐγένετο ῥώμῃ τε σώματος πολὺ προέχων τῶν ἄλλων ἁπάντων καὶ ψυχῆς λαμπρότητι περιβόητος, ὅς γε τὴν ἡλικίαν ἔφηβος ὤν πρῶτον μὲν ἠλευθέρωσε τὰς Θήβας, ἀποδιδοὺς ὡς πατρίδι τὰς προσηκούσας χάριτας.
一方、ヘラクレスは養育され教育を受け、とりわけ体育場において鍛錬を重ねたことで、肉体の力において他のすべての人々をはるかに凌駕し、精神の輝かしさによってもその名を馳せるようになった。 彼は若者の年齢の時に、まずはテーバイを解放し、自らの祖国に対するように、ふさわしい恩義を返したのである。
§4.10.3ὑποτεταγμένων γὰρ τῶν Θηβαίων Ἐργίνῳ τῷ βασιλεῖ τῶν Μινυῶν, καὶ κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους τελούντων, οὐ καταπλαγεὶς τὴν τῶν δεδουλωμένων ὑπεροχὴν ἐτόλμησε πρᾶξιν ἐπιτελέσαι περιβόητον·
というのも、テーバイ人たちはミニュアース人の王エルギノスに服属させられており、毎年、定められた貢税を納めていたからである。 彼は、奴隷化している者たちの優位を恐れることなく、有名な壮挙を敢行した。
τοὺς γὰρ παραγενομένους τῶν Μινυῶν ἐπὶ τὴν ἀπαίτησιν τῶν δασμῶν καὶ μεθʼ ὕβρεως εἰσπραττομένους ἀκρωτηριάσας ἐξέβαλεν ἐκ τῆς πόλεως.
すなわち、貢税の取り立てのためにやって来て傲慢な態度で取り立てを行っていたミニュアース人たちを、彼は不具にして市から追い出したのである。
§4.10.4Ἐργίνου δʼ ἐξαιτοῦντος τὸν αἴτιον, Κρέων βασιλεύων τῶν Θηβαίων, καταπλαγεὶς τὸ βάρος τῆς ἐξουσίας, ἕτοιμος ἦν ἐκδιδόναι τὸν αἴτιον τῶν ἐγκλημάτων.
エルギノスがその犯人の引き渡しを要求すると、テーバイの王であったクレオンは、その権力の重圧に恐怖し、告発された犯人を引き渡す用意を整えていた。
ὁ δʼ Ἡρακλῆς πείσας τοὺς ἡλικιώτας ἐλευθεροῦν τὴν πατρίδα, κατέσπασεν ἐκ τῶν ναῶν τὰς προσηλωμένας πανοπλίας, ἃς οἱ πρόγονοι σκῦλα τοῖς θεοῖς ἦσαν ἀνατεθεικότες·
しかしヘラクレスは、同世代の若者たちを説得して祖国を解放しようとし、神殿の壁に打ち付けられていた一式の武具を取り外した。 それは、先祖たちが戦利品として神々に奉納したものであった。
οὐ γὰρ ἦν εὑρεῖν κατὰ τὴν πόλιν ἰδιωτικὸν ὅπλον διὰ τὸ τοὺς Μινύας παρωπλικέναι τὴν πόλιν, ἵνα μηδεμίαν λαμβάνωσιν οἱ κατὰ τὰς Θήβας ἀποστάσεως ἔννοιαν.
というのも、ミニュアース人たちがこの市から武器を没収していたため、市内に私有の武器を見出すことはできなかったからである。 これはテーバイの人々が反乱の企てを一切抱かないようにするための措置であった。
§4.10.5ὁ δʼ Ἡρακλῆς πυθόμενος Ἐργῖνον τὸν βασιλέα τῶν Μινυῶν προσάγειν τῇ πόλει μετὰ στρατιωτῶν, ἀπαντήσας αὐτῷ κατά τινα στενοχωρίαν, καὶ τὸ μέγεθος τῆς τῶν πολεμίων δυνάμεως ἄχρηστον ποιήσας, αὐτόν τε τὸν Ἐργῖνον ἀνεῖλε καὶ τοὺς μετʼ αὐτοῦ σχεδὸν ἅπαντας ἀπέκτεινεν.
ヘラクレスは、ミニュアース人の王エルギノスが兵を率いて市に迫っていることを知ると、ある狭い場所で彼を迎え撃ち、敵の軍勢の規模の大きさを無用にさせた上で、エルギノス自身を討ち取り、彼に付き従っていた者たちのほとんどすべてを殺害した。
ἄφνω δὲ προσπεσὼν τῇ πόλει τῶν Ὀρχομενίων καὶ παρεισπεσὼν ἐντὸς τῶν πυλῶν τά τε βασίλεια τῶν Μινυῶν ἐνέπρησε καὶ τὴν πόλιν κατέσκαψε.
そして、オルコメノス人の市を不意に襲撃して門の内側へと侵入し、ミニュアース人の王宮に火を放ち、その市を破壊し尽くした。
§4.10.6περιβοήτου δὲ τῆς πράξεως γενομένης καθʼ ὅλην τὴν Ἑλλάδα καὶ πάντων θαυμαζόντων τὸ παράδοξον, ὁ μὲν βασιλεὺς Κρέων θαυμάσας τὴν ἀρετὴν τοῦ νεανίσκου τήν τε θυγατέρα Μεγάραν συνῴκισεν αὐτῷ καὶ καθάπερ υἱῷ γνησίῳ τὰ κατὰ τὴν πόλιν ἐπέτρεψεν, Εὐρυσθεὺς δʼ ὁ τὴν βασιλείαν ἔχων τῆς Ἀργείας ὑποπτεύσας τὴν Ἡρακλέους αὔξησιν μετεπέμπετό τε αὐτὸν καὶ προσέταττε τελεῖν ἄθλους.
この業績が全ギリシアに広く知れ渡り、すべての者がその想定外の出来事に驚嘆した。 クレオン王はその若者の優れた徳に感嘆して、娘のメガラーを彼に娶らせ、実の息子に対するかのように、市に関する諸事を委ねた。 一方、アルゴリスの王権を保持していたエウリュステウスは、ヘラクレスの急速な台頭を警戒し、彼を召喚して試練を遂行するよう命じた。
§4.10.7οὐχ ὑπακούοντος δὲ τοῦ Ἡρακλέους, Ζεὺς μὲν ἀπέστειλε διακελευόμενος ὑπουργεῖν Εὐρυσθεῖ, Ἡρακλῆς δὲ παρελθὼν εἰς Δελφοὺς καὶ περὶ τούτων ἐπερωτήσας τὸν θεόν, ἔλαβε χρησμὸν τὸν δηλοῦντα διότι τοῖς θεοῖς δέδοκται δώδεκα ἄθλους τελέσαι προστάττοντος Εὐρυσθέως, καὶ τοῦτο πράξαντα τεύξεσθαι τῆς ἀθανασίας.
ヘラクレスがこれに従わずにいると、ゼウスが、エウリュステウスに仕えるよう指示する使者を送った。 ヘラクレスはデルポイに赴き、これらのことについて神に尋ね、神託を受けた。 それは、エウリュステウスが命じる十二の試練を遂行することが神々の決定であり、これを成し遂げれば不死を得るということを示すものであった。