§5.arg.0τάδε ἔνεστιν ἐν τῇ πέμπτῃ τῶν Διοδώρου βίβλων.
ディオドロスの書の第五巻には以下のものが含まれている。
περὶ τῶν μυθολογουμένων κατὰ τὴν Σικελίαν καὶ τοῦ σχήματος καὶ μεγέθους τῆς νήσου.
シケリアに関して語られている神話的伝承、およびこの島の形状と大きさについて。
περὶ Δήμητρος καὶ Κόρης καὶ τῆς εὑρέσεως τοῦ πυρίνου καρποῦ.
デメテルとコレ(ペルセポネ)、および小麦の果実(穀物)の発見について。
περὶ Λιπάρας καὶ τῶν ἄλλων τῶν Αἰολίδων καλουμένων νήσων.
リパラおよびアイオリスの諸島と呼ばれるその他の島々について。
περὶ Μελίτης καὶ Γαύλου καὶ Κερκίνης.
メリテ(マルタ)、ガウロス、およびケルキネについて。
περὶ τῆς Αἰθαλίας καὶ Κύρνου καὶ Σαρδόνος.
アイタリア(エルバ島)、キュルノス(コルシカ島)、およびサルドン(サルデーニャ島)について。
περὶ Πιτυούσσης καὶ τῶν νήσων τῶν Γυμνησίων, ἅς τινες Βαλιαρίδας ὀνομάζουσι.
ピテュウサおよびギュムネシア諸島(ある人々がバリアレス諸島と呼ぶもの)について。
περὶ τῶν ἐν ὠκεανῷ νήσων τῶν πρὸς ἑσπέραν κειμένων.
大洋(オケアノス)の中にある、西に位置する諸島について。
περὶ τῆς Βρεττανικῆς νήσου καὶ τῆς ὀνομαζομένης Βασιλείας καθʼ ἣν τὸ ἤλεκτρον γίνεται.
ブレッタニカ(英国)島、および琥珀が産出する、バシレイアと呼ばれる島について。
περὶ Γαλατίας καὶ Κελτιβηρίας, ἔτι δʼ Ἰβηρίας καὶ Λιγυστικῆς καὶ Τυρρηνίας, καὶ τῶν ἐν ταύταις κατοικούντων, τίσι χρῶνται νομίμοις.
ガラティア(ガリア)とケルティベリア、さらにイベリア、リグスティケ(リグリア)、およびテュレニア(エトルリア)について、ならびにこれらに居住する人々がどのような慣習を用いているかについて。
περὶ τῶν κατὰ τὴν μεσημβρίαν ἐν ὠκεανῷ νήσων, τῆς τε Ἱερᾶς ὀνομαζομένης καὶ τῆς Παγχαίας, καὶ τῶν ἐν αὐταῖς ἱστορουμένων.
大洋の中の、南方に位置する諸島(「聖なる島」と呼ばれる島とパンカイア島)、およびそれらにおいて語られている歴史的出来事(伝承)について。
περὶ Σαμοθρᾴκης καὶ τῶν ἐν αὐτῇ μυστηρίων.
サモトラケ、およびそこにおける神秘儀礼(密儀)について。
περὶ Νάξου καὶ Σύμης καὶ Καλύδνης.
ナクソス、シュメ、およびカリュドナについて。
περὶ Ῥόδου καὶ τῶν κατʼ αὐτὴν μυθολογουμένων.
ロドス、およびそこに関して語られている神話的伝承について。
περὶ Χερρονήσου τῆς ἀντιπέραν τῆς Ῥοδίας κειμένης.
ロドス島の対岸に位置するケルロネソス(半島)について。
περὶ Κρήτης καὶ τῶν ἐν αὐτῇ μυθολογουμένων μέχρι τῶν νεωτέρων καιρῶν.
クレタ、およびそこに関してより新しい時代に至るまで語られている神話的伝承について。
περὶ Λέσβου καὶ τῶν εἰς Χίον καὶ Σάμον καὶ Κῶν καὶ
Ῥόδον ἀποικιῶν ὑπὸ Μακαρέως.
レスボス、およびマカレウスによるキオス、サモス、コス、ロドスへの入植について。
περὶ Τενέδου καὶ τοῦ κατʼ αὐτὴν οἰκισμοῦ καὶ τῶν ὑπὸ
Τενεδίων περὶ Τέννου μυθευομένων.
テネドス、およびそこにおける植民について、ならびにテネドスの人々によってテンネスに関して語られている神話について。
περὶ τῶν Κυκλάδων νήσων τῶν ἐλαττόνων οἰκισμοῦ ὑπὸ Μίνωος.
ミノスによるキクラデス諸島のうちの比較的小さな島々への植民について。