Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.73.1-4.73.6

オイノマオスの戦車競走とペロプスの勝利

309 / 406 箇所 · ギリシア語

要旨

オイノマオスが娘ヒッポダメイアの求婚者に課した命懸けの戦車競走と、ペロプスが馭者ミュルティロスを抱き込んで勝利し、ペロポネソス半島の名の由来となった経緯。

§4.73.1τούτων δʼ ἡμῖν διευκρινημένων πειρασόμεθα διελθεῖν περὶ Πέλοπος καὶ Ταντάλου καὶ Οἰνομάου·
これらのことが我々によって明らかにされたので、我々はペロプス、タンタロス、オイノマオスについて論じることにしよう。
ἀναγκαῖον δὲ τοῖς χρόνοις προσαναδραμόντας ἡμᾶς ἀπʼ ἀρχῆς ἐν κεφαλαίοις ἅπαντα διελθεῖν.
年代的に過去に遡って、最初から要約してすべてを説明することが必要である。
κατὰ γὰρ τὴν Πελοπόννησον ἐν πόλει Πίσῃ Ἄρης Ἁρπίνῃ τῇ Ἀσωποῦ θυγατρὶ μιγεὶς ἐγέννησεν Οἰνόμαον.
ペロポネソス半島のピサ市において、アレスがアソポスの娘ハルピネと交わってオイノマオスを産んだからである。
§4.73.2οὗτος δὲ θυγατέρα μονογενῆ γεννήσας ὠνόμασεν Ἱπποδάμειαν.
彼は一人娘をもうけ、ヒッポダメイアと名付けた。
χρηστηριαζομένῳ δʼ αὐτῷ περὶ τῆς τελευτῆς ἔχρησεν ὁ θεὸς τότε τελευτήσειν αὐτὸν ὅταν ἡ θυγάτηρ Ἱπποδάμεια συνοικήσῃ.
彼が自身の最期について神託を求めたところ、神は、娘のヒッポダメイアが結婚した時に彼が死ぬだろうと告げた。
εὐλαβούμενον οὖν αὐτὸν περὶ τοῦ γάμου τῆς θυγατρὸς κρῖναι ταύτην παρθένον διαφυλάττειν, ὑπολαμβάνοντα μόνως οὕτως ἐκφεύξεσθαι τὸν κίνδυνον.
それゆえ、娘の結婚を警戒した彼は、彼女を処女のまま守り通すことを決意した。 そのようにしてのみ危険を免れることができると考えたからである。
§4.73.3διόπερ πολλῶν μνηστευομένων τὴν κόρην, ἆθλον προετίθει τοῖς βουλομένοις αὐτὴν γῆμαι τοιοῦτον·
それゆえ、多くの者がその娘に求婚した時、彼は彼女を妻にすることを望む者たちに次のような競技を課した。
ἔδει τὸν μὲν ἡττηθέντα τελευτῆσαι, τὸν δʼ ἐπιτυχόντα γαμεῖν τὴν κόρην.
敗れた者は死なねばならず、成功した者は娘と結婚することになるというものである。
ὑπεστήσατο δʼ ἱπποδρομίαν ἀπὸ τῆς Πίσης μέχρι τοῦ κατὰ Κόρινθον Ἰσθμοῦ πρὸς τὸν βωμὸν τοῦ Ποσειδῶνος, τὴν δʼ ἄφεσιν τῶν ἵππων ἐποίησε τοιαύτην.
彼はピサからコリントス地峡にあるポセイドンの祭壇までの戦車競走を定め、馬の出発を次のように取り決めた。
§4.73.4ὁ μὲν Οἰνόμαος ἔθυε κριὸν τῷ Διί, ὁ δὲ μνηστευόμενος ἐξώρμα τέθριππον ἐλαύνων ἅρμα·
オイノマオスはゼウスに雄羊を犠牲に捧げ、求婚者は四頭立ての戦車を駆って出発した。
ἁγισθέντων δὲ τῶν ἱερῶν, τότε ἄρχεσθαι τοῦ δρόμου τὸν Οἰνόμαον καὶ διώκειν τὸν μνηστῆρα, ἔχοντα δόρυ καὶ ἡνίοχον τὸν Μυρτίλον·
犠牲式が完了すると、その時初めてオイノマオスは競走を開始し、槍を携え、馭者ミュルティロスを伴って求婚者を追跡した。
εἰ δʼ ἐφίκοιτο καταλαβεῖν τὸ διωκόμενον ἅρμα, τύπτειν τῷ δόρατι καὶ διαφθείρειν τὸν μνηστῆρα.
もし追跡されている戦車に追いつくことができれば、槍で突いてその求婚者を殺した。
τούτῳ δὲ τῷ τρόπῳ τοὺς ἀεὶ μνηστευομένους καταλαμβάνων διὰ τὴν ὀξύτητα τῶν ἵππων πολλοὺς ἀνῄρει.
このようにして、馬の俊足によって、彼は次々と求婚者たちに追いついては、多くの者を殺害した。
§4.73.5Πέλοψ δʼ ὁ Ταντάλου καταντήσας εἰς Πῖσαν, καὶ θεασάμενος τὴν Ἱπποδάμειαν, ἐπεθύμησε τοῦ γάμου·
タンタロスの息子ペロプスはピサにやって来て、ヒッポダメイアを目にし、結婚を望んだ。
φθείρας δὲ τὸν ἡνίοχον τοῦ Οἰνομάου Μυρτίλον, καὶ λαβὼν συνεργὸν πρὸς τὴν νίκην, ἔφθασε παραγενόμενος ἐπὶ τὸν Ἰσθμὸν πρὸς τὸν τοῦ Ποσειδῶνος βωμόν.
彼はオイノマオスの馭者ミュルティロスを買収して、勝利のための協力者とし、先んじてコリントス地峡のポセイドンの祭壇に到着した。
§4.73.6ὁ δʼ Οἰνόμαος τὸ λόγιον τετελέσθαι νομίζων, καὶ διὰ τὴν λύπην ἀθυμήσας, αὑτὸν ἐκ τοῦ ζῆν μετέστησε.
オイノマオスは神託が成就したと考え、悲しみのあまり落胆して、自ら命を絶った。
τούτῳ δὲ τῷ τρόπῳ Πέλοψ γήμας τὴν Ἱπποδάμειαν παρέλαβε τὴν ἐν Πίσῃ βασιλείαν, καὶ διὰ τὴν ἀνδρείαν καὶ σύνεσιν ἀεὶ μᾶλλον αὐξόμενος τοὺς πλείστους τῶν κατὰ τὴν Πελοπόννησον οἰκούντων προσηγάγετο, καὶ τὴν χώραν ἀφʼ ἑαυτοῦ Πελοπόννησον προσηγόρευσεν.
このようにしてペロプスはヒッポダメイアと結婚してピサの王位を継承し、その勇気と知性によってますます強大になり、ペロポネソス半島に住む人々の大部分を服従させ、その土地を自分にちなんでペロポネソスと名付けた。

語釈・文法注

  1. 4.73.2κρῖναι — 歴史的不定詞(あるいは伝聞の間接話法で継続する不定詞)。主語は直前の対格 `αὐτόν` である。ディオドロスは神話や伝承を語る際、主文の動詞を直説法ではなく不定詞で表現する傾向がある。
  2. 4.73.4ἄρχεσθαι — 間接話法における不定詞であり、競技の規定を客観的に叙述している。主語は対格の `τὸν Οἰνόμαον` である。
  3. 4.73.5ἔφθασε παραγενόμενος — 動詞 `φθάνω`(先んじる)が分詞 `παραγενόμενος`(到着する)を伴う構文で、「相手より先に到着した」という意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.73.1-4.73.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.73.1-4.73.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。