§4.67.1οἱ δʼ ἐπίγονοι τὴν στρατείαν ἐπιφανῆ πεποιημένοι μετὰ πολλῶν λαφύρων ἀνέκαμψαν εἰς τὰς πατρίδας.
後裔たち(エピゴノイ)は、遠征を輝かしいものにして、多くの戦利品を携えて祖国へと帰還した。
τῶν δὲ Καδμείων τῶν συμφυγόντων εἰς τὸ Τιλφωσσαῖον Τειρεσίας μὲν ἐτελεύτησεν, ὃν θάψαντες λαμπρῶς οἱ Καδμεῖοι τιμαῖς ἰσοθέοις ἐτίμησαν·
一方、ティルポッサイオンへ共に逃亡したカドメイオスたちのうち、テイレイシアースが死んだ。 カドメイオスたちは彼を盛大に葬り、神に等しい栄誉をもって彼を敬った。
αὐτοὶ δὲ μεταναστάντες ἐκ τῆς πόλεως ἐπὶ Δωριεῖς ἐστράτευσαν, καὶ μάχῃ νικήσαντες τοὺς ἐγχωρίους ἐκείνους μὲν ἐξέβαλον ἐκ τῶν πατρίδων, αὐτοὶ δʼ ἐπί τινας χρόνους κατοικήσαντες, οἱ μὲν ἐν αὐτῇ κατέμειναν, οἱ δʼ ἐπανῆλθον εἰς τὰς Θήβας, Κρέοντος τοῦ Μενοικέως βασιλεύοντος.
彼ら自身はその都市を立ち去り、ドリス人たちに対して遠征を行い、戦闘で現地の人々を破って彼らを祖国から追い出した。 彼ら自身はしばらくの間そこに定住したが、ある者はそこに留まり、ある者はメノイケウスの息子クレオーンが支配していたテーバイへと帰還した。
οἱ δʼ ἐκ τῶν πατρίδων ἐξελαθέντες ὕστερόν τισι χρόνοις κατῆλθον εἰς τὴν Δωρίδα καὶ κατῴκησαν ἐν Ἐρινεῷ καὶ Κυτινίῳ καὶ Βοιῷ.
一方、祖国から追い出された人々(ドリス人たち)は、のちにしばらくしてドリス地方へと下って行き、エリネオス、キュティニオン、ボイオンに定住した。
§4.67.2πρὸ δὲ τούτων τῶν χρόνων Βοιωτὸς ὁ Ἄρνης καὶ Ποσειδῶνος καταντήσας εἰς τὴν τότε μὲν Αἰολίδα, νῦν δὲ Θετταλίαν καλουμένην, τοὺς μεθʼ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε.
これらの時代の前に、アルネーとポセイドーンの息子ボイオートスは、当時はアイオリスと呼ばれ、現在はテッサリアと呼ばれている地方に至り、自分とともにいる人々をボイオートス人と名付けた。
περὶ δὲ τῶν Αἰολέων τούτων ἀναγκαῖον προσαναδραμόντας τοῖς χρόνοις τὰ κατὰ μέρος ἐκθέσθαι.
これらアイオリス人については、時代をさかのぼって、その詳細を説明する必要がある。
§4.67.3ἐν τοῖς ἔμπροσθεν χρόνοις τῶν Αἰόλου τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱῶν οἱ μὲν ἄλλοι κατῴκησαν ἐν τοῖς προειρημένοις τόποις, Μίμας δὲ μείνας ἐβασίλευσε τῆς Αἰολίδος.
以前の時代に、デウカリオーンの息子ヘッレーンの子であるアイオロスの息子たちのうち、他の者たちは前述の場所に定住したが、ミーマースは留まってアイオリスの王となった。
Μίμαντος δὲ Ἱππότης γενόμενος ἐκ Μελανίππης ἐτέκνωσεν Αἴολον·
ミーマースからはメラニッペーとの間にヒッポテースが生まれ、彼はアイオロスをもうけた。
τούτου δʼ Ἄρνη γενομένη θυγάτηρ Βοιωτὸν ἐκ Ποσειδῶνος ἐγέννησεν.
このアイオロスから生まれた娘アルネーは、ポセイドーンとの間にボイオートスを産んだ。
§4.67.4αἰόλος δʼ ἀπιστῶν εἰ Ποσειδῶνι ἐμίγη καὶ τῇ φθορᾷ μεμφόμενος, παρέδωκε τὴν Ἄρνην Μεταποντίῳ ξένῳ κατὰ τύχην παρεπιδημοῦντι, προστάξας ἀπάγειν εἰς Μεταπόντιον.
アイオロスは、彼女がポセイドーンと交わったということを信じず、その貞操が汚されたことを非難して、たまたま滞在していた異邦人のメタポンティオスにアルネーを引き渡し、メタポンティオンへ連れて行くように命じた。
τούτου δὲ πράξαντος τὸ προσταχθέν, ἡ Ἄρνη τρεφομένη ἐν Μεταποντίῳ ἐγέννησεν Αἴολον καὶ Βοιωτόν, οὓς ὁ Μεταπόντιος, ἄπαις ὤν, κατά τινα χρησμὸν υἱοποιήσατο.
彼が命じられたことを実行したので、アルネーはメタポンティオンで養われつつ、アイオロスとボイオートスを産んだ。 メタポンティオスは子供がいなかったので、ある神託に従って彼らを養子にした。
§4.67.5οὗτοι δʼ ἀνδρωθέντες, στάσεως γενομένης ἐν τῷ Μεταποντίῳ, βίᾳ κατέσχον τὴν βασιλείαν.
彼らは成人すると、メタポンティオンで内紛が起こった際、武力で王権を掌握した。
ὕστερον δὲ τῆς Ἄρνης διενεχθείσης πρὸς Αὐτολύτην τὴν γυναῖκα τοῦ Μεταποντίου, βοηθοῦντες τῇ μητρὶ τὴν Αὐτολύτην ἀνεῖλον.
その後、アルネーがメタポンティオスの妻アウトリュテーと争いを起こした際、彼らは母親を助けてアウトリュテーを殺害した。
δεινῶς δὲ φέροντος τοῦ Μεταποντίου τὸ συμβεβηκός, πλοῖα παρασκευασάμενοι καὶ τὴν Ἄρνην ἀναλαβόντες ἐξέπλευσαν μετὰ πολλῶν φίλων.
メタポンティオスがこの出来事をひどく憤ったため、彼らは船を用意し、アルネーを連れて多くの友人たちと共に船出した。
§4.67.6αἰόλος μὲν οὖν τὰς ἐν τῷ Τυρρηνικῷ πελάγει καλουμένας ἀπʼ αὐτοῦ νήσους Αἰολίδας κατέσχε, καὶ πόλιν ἔκτισε τὴν ὀνομαζομένην Λιπάραν·
こうして、アイオロスはティレニア海にある、彼にちなんでアイオリア諸島と呼ばれる島々を占領し、リパラーと呼ばれる都市を創建した。
Βοιωτὸς δὲ πλεύσας πρὸς Αἰόλον τὸν τῆς Ἄρνης πατέρα, καὶ τεκνωθεὶς ὑπʼ αὐτοῦ, παρέλαβε τῆς Αἰολίδος τὴν βασιλείαν·
一方、ボイオートスはアルネーの父であるアイオロスのもとへ航海し、彼によって息子として迎え入れられ、アイオリスの王位を継承した。
καὶ τὴν μὲν χώραν ἀπὸ τῆς μητρὸς Ἄρνην, τοὺς δὲ λαοὺς ἀφʼ ἑαυτοῦ Βοιωτοὺς ὠνόμασε.
そして、その地方を母親にちなんでアルネーと名付け、人々を自分にちなんでボイオートス人と名付けた。
§4.67.7Βοιωτοῦ δὲ Ἴτωνος γενόμενος ἐτέκνωσεν υἱοὺς τέτταρας, Ἱππάλκιμον καὶ Ἠλεκτρύωνα, ἔτι δʼ Ἀρχίλυκον καὶ Ἀλεγήνορα.
ボイオートスからはイトーノスが生まれ、イトーノスはヒッパルキモス、エレクトリュオーン、さらにアルキリュコス、アレゲーノールという4人の息子をもうけた。
τούτων δʼ Ἱππάλκιμος μὲν ἐγέννησε Πηνέλεων, Ἠλεκτρύων δὲ Λήιτον, Ἀλεγήνωρ δὲ Κλονίον, Ἀρχίλυκος δὲ Προθοήνορα καὶ Ἀρκεσίλαον τοὺς ἐπὶ Τροίαν στρατευσαμένους ἡγεμόνας τῶν ἁπάντων Βοιωτῶν.
彼らのうち、ヒッパルキモスはペーネレオースを、エレクトリュオーンはレーイトスを、アレゲーノールはクロニオスを、アルキリュコスはプロトエーノールとアルケシラーオスをもうけた。 彼らは、トロイアへの遠征に参加した、ボイオートス人全員の指導者たちである。