§4.66.1οἱ μὲν οὖν ἑπτὰ ἐπὶ Θήβας τοιοῦτον τὸ πέρας ἔσχον.
こうして、テーバイに対する七将は、このような結末を迎えた。
οἱ δὲ τούτων παῖδες, ἐπίγονοι δʼ ὀνομασθέντες, τὸν τῶν πατέρων θάνατον ἐπεξιόντες ἔγνωσαν στρατεύειν κοινῇ ἐπὶ τὰς Θήβας, λαβόντες χρησμὸν παρʼ Ἀπόλλωνος πολεμεῖν τὴν προειρημένην πόλιν στρατηγὸν ἔχοντας Ἀλκμαίωνα τὸν Ἀμφιαράου.
しかし、彼らの子供たちは、「エピゴノイ(後裔たち)」と呼ばれたが、父親たちの死に報復しようとして、共同してテーバイへ遠征することを決定した。 彼らは、アンピアラーオスの息子アルクマイオーンを将軍として、前述の都市と戦うべしという神託をアポローンから受け取っていた。
§4.66.2ὁ δʼ Ἀλκμαίων αἱρεθεὶς ὑπʼ αὐτῶν στρατηγὸς ἐπηρώτησε τὸν θεὸν περὶ τῆς ἐπὶ τὰς Θήβας στρατείας καὶ περὶ τῆς Ἐριφύλης τῆς μητρὸς κολάσεως.
彼らによって将軍に選ばれたアルクマイオーンは、テーバイへの遠征について、また母親エリピューレーの処罰について神に尋ねた。
§4.66.3τοῦ δʼ Ἀπόλλωνος χρήσαντος ἀμφότερα τὰ προειρημένα πρᾶξαι διὰ τὸ μὴ μόνον τὸν χρυσοῦν ὅρμον δέξασθαι κατὰ τῆς ἀπωλείας τοῦ πατρός, ἀλλὰ καὶ πέπλον λαβεῖν αὐτὴν κατὰ τῆς τοῦ υἱοῦ τελευτῆς·
アポローンが(彼に)前述の両方のことを行うように神託を下したのは、彼女が父親の死(破滅)を代償として黄金の首飾りを受け取っただけでなく、息子の死(破滅)を代償として衣をも受け取ったためであった。
Ἀφροδίτης γάρ, ὥς φασι, τὸ παλαιὸν δωρησαμένης Ἁρμονίᾳ τῇ Κάδμου τόν τε ὅρμον καὶ πέπλον, ἀμφότερα ταῦτα προσδέξασθαι τὴν Ἐριφύλην, τὸν μὲν ὅρμον παρὰ Πολυνείκους λαβοῦσαν, τὸν δὲ πέπλον παρὰ τοῦ υἱοῦ τοῦ Πολυνείκους Θερσάνδρου, ὅπως πείσῃ τὸν υἱὸν στρατεύειν ἐπὶ τὰς Θήβας·
というのも、人々が言うには、昔アプロディーテーがカドモスの娘ハルモニアーにその首飾りと衣の両方を贈ったのだが、エリピューレーはこれら両方を受け入れ、首飾りはポリュネイケースから、衣はポリュネイケースの息子テルサンドロスから受け取ったが、それは彼女が自分の息子(アルクマイオーン)を説得してテーバイへ遠征させるためであった。
ὁ δʼ οὖν Ἀλκμαίων οὐ μόνον ἀθροίσας ἐξ Ἄργους στρατιώτας, ἀλλὰ καὶ ἐκ τῶν πλησίον πόλεων, ἀξιολόγῳ δυνάμει ἐστράτευσεν ἐπὶ τὰς Θήβας.
ともかく、アルクマイオーンはアルゴスからだけでなく、近隣の都市からも兵士を集め、有力な軍勢を率いてテーバイへ遠征した。
§4.66.4ἀντιταχθέντων δὲ τῶν Θηβαίων ἐγένετο μάχη καρτερά, καθʼ ἣν ἐνίκησαν οἱ περὶ τὸν Ἀλκμαίωνα·
テーバイ人が立ち向かってきたので、激しい戦闘が起こり、その中でアルクマイオーンの軍勢が勝利した。
οἱ δὲ Θηβαῖοι λειφθέντες τῇ μάχῃ καὶ πολλοὺς τῶν πολιτῶν ἀποβαλόντες συνετρίβησαν ταῖς ἐλπίσιν.
一方、テーバイ人は戦闘に敗れ、多くの市民を失って、希望を打ち砕かれた。
οὐκ ὄντες δʼ ἀξιόμαχοι σύμβουλον ἔλαβον Τειρεσίαν τὸν μάντιν, ὃς ἐκέλευσε φυγεῖν ἐκ τῆς πόλεως·
戦うに足りる力を持たなかったので、彼らは予言者テイレイシアースを相談役とし、彼は都市から逃亡するよう命じた。
§4.66.5μόνως γὰρ οὕτω σωθήσεσθαι.
そうすることによってのみ、彼らは救われるだろうからであった。
οἱ μὲν οὖν Καδμεῖοι κατὰ τὴν τοῦ μάντεως ὑποθήκην ἐξέλιπον τὴν πόλιν, καὶ νυκτὸς συνέφυγον εἴς τι χωρίον τῆς Βοιωτίας ὀνομαζόμενον Τιλφωσσαῖον.
そこで、カドメイオスたちは予言者の助言に従って都市を去り、夜間にポイオーティアのティルポッサイオンと呼ばれるある場所へ共に逃亡した。
ἔπειθʼ οἱ μὲν ἐπίγονοι τὴν πόλιν ἑλόντες διήρπασαν, καὶ τῆς Τειρεσίου θυγατρὸς Δάφνης ἐγκρατεῖς γενόμενοι ταύτην ἀνέθεσαν εἰς Δελφοὺς κατά τινα εὐχὴν ἀκροθίνιον τῷ θεῷ.
その後、エピゴノイたちは都市を占領して略奪し、テイレイシアースの娘ダプネーを捕らえ、ある誓約に従って、彼女を初物としてデルポイの神に奉納した。
§4.66.6αὕτη δὲ τὴν μαντικὴν οὐχ ἧττον τοῦ πατρὸς εἰδυῖα, πολὺ μᾶλλον ἐν τοῖς Δελφοῖς διατρίψασα τὴν τέχνην ἐπηύξησε·
彼女は予言術を父親に劣らず心得ていたが、デルポイに滞在することでその技術をさらに大いに高めた。
φύσει δὲ θαυμαστῇ κεχορηγημένη χρησμοὺς ἔγραψε παντοδαπούς, διαφόρους ταῖς κατασκευαῖς·
また、驚くべき天分に恵まれていたので、彼女は構成の異なるあらゆる種類の神託を書いた。
παρʼ ἧς φασι καὶ τὸν ποιητὴν Ὅμηρον πολλὰ τῶν ἐπῶν σφετερισάμενον κοσμῆσαι τὴν ἰδίαν ποίησιν.
彼女から、詩人ホメーロスも多くの叙事詩の詩句を流用して、彼自身の詩を飾ったと人々は言っている。
ἐνθεαζούσης δʼ αὐτῆς πολλάκις καὶ χρησμοὺς ἀποφαινομένης, φασὶν ἐπικληθῆναι Σίβυλλαν·
彼女がしばしば神懸かりになり、神託を述べていたので、彼女はシビュラと名付けられたと言われている。
τὸ γὰρ ἐνθεάζειν κατὰ γλῶττανὑπάρχειν σιβυλλαίνειν.
というのも、方言において神懸かりになることは「シビュラする」ということだからである。