Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.58.1-4.58.8

ヒュロスの敗死とヘラクレイダイの離散

294 / 406 箇所 · ギリシア語

要旨

エウリュステウスの死後、ヘラクレイダイはペロポネソス遠征を行うが、ヒュロスが一騎打ちに敗れて撤退を余儀なくされる。その後、アルクメネの神格化や、トレポレモスによるロドス島移住と三都市の建設など、ヘラクレスの遺族たちの様々な運命が描かれる。

§4.58.1μετὰ δὲ ταῦτα οἱ μὲν Ἡρακλεῖδαι πάντες περιβοήτῳ μάχῃ νενικηκότες τὸν Εὐρυσθέα, καὶ διὰ τὴν εὐημερίαν συμμάχων εὐπορήσαντες, ἐστράτευσαν ἐπὶ τὴν Πελοπόννησον Ὕλλου στρατηγοῦντος.
この後、ヘラクレイダイの全員は、名高い戦いにおいてエウリュステウスに勝利し、その成功のゆえに多くの同盟者を得て、ヒュロスが指揮を執る中でペロポネソスへと遠征した。
§4.58.2Ἀτρεὺς δὲ μετὰ τὴν Εὐρυσθέως τελευτὴν καταλαβόμενος τὴν ἐν Μυκήναις βασιλείαν, καὶ προσλαβόμενος συμμάχους Τεγεάτας καί τινας ἄλλους, ἀπήντησε τοῖς Ἡρακλείδαις.
他方アトレウスは、エウリュステウスの死の後にミュケナイにおける王位を掌握し、テゲア人や他の幾人かを同盟者として加え、ヘラクレイダイを迎え撃った。
§4.58.3κατὰ δὲ τὸν Ἰσθμὸν τῶν στρατοπέδων ἀθροισθέντων, Ὕλλος μὲν ὁ Ἡρακλέους εἰς μονομαχίαν προεκαλέσατο τῶν πολεμίων τὸν βουλόμενον, ὁμολογίας θέμενος τοιαύτας, εἰ μὲν Ὕλλος νικήσαι τὸν ἀντιταχθέντα, παραλαβεῖν Ἡρακλείδας τὴν Εὐρυσθέως βασιλείαν, εἰ δʼ Ὕλλος λειφθείη, μὴ κατιέναι τοὺς Ἡρακλείδας εἰς Πελοπόννησον ἐντὸς ἐτῶν πεντήκοντα.
イストモスにおいて両軍が結集したとき、ヘラクレスの子ヒュロスは敵の中から望む者を一騎打ちに挑戦させ、次のような合意を結んだ。 すなわち、もしヒュロスが対戦相手に勝利したならば、ヘラクレイダイがエウリュステウスの王位を引き継ぐこと、もしヒュロスが敗れたならば、ヘラクレイダイは50年の間ペロポネソスに帰還しないことである。
§4.58.4καταβάντος δʼ εἰς τὴν πρόκλησιν Ἐχέμου τοῦ βασιλέως τῶν Τεγεατῶν, καὶ τῆς μονομαχίας γενομένης, ὁ μὲν Ὕλλος ἀνῃρέθη, οἱ δʼ Ἡρακλεῖδαι κατὰ τὰς ὁμολογίας ἀπέστησαν τῆς καθόδου καὶ τὴν εἰς Τρικόρυθον ἐπάνοδον ἐποιήσαντο.
テゲア人の王エケモスが挑戦に応じて降りてきて、一騎打ちが行われると、ヒュロスは殺され、ヘラクレイダイは合意に従って帰還を諦め、トリコリュトスへの帰還を行った。
§4.58.5μετὰ δέ τινας χρόνους Λικύμνιος μὲν μετὰ τῶν παίδων καὶ Τληπολέμου τοῦ Ἡρακλέους, ἑκουσίως τῶν Ἀργείων αὐτοὺς προσδεξαμένων, ἐν Ἀργει κατῴκησαν, οἱ δʼ ἄλλοι πάντες ἐν Τρικορύθῳ·
しばらくの時の後、リキュムニオスは子供たちおよびヘラクレスの子トレポレモスと共に、アルゴス人たちが彼らを自発的に受け入れたのでアルゴスに居住し、他の者たち全員はトリコリュトスに住んだ。
ὡς δʼ ὁ πεντηκονταετὴς χρόνος διῆλθε, κατῆλθον εἰς Πελοπόννησον·
そして50年の歳月が経過すると、彼らはペロポネソスに帰還した。
ὧν τὰς πράξεις ἀναγράψομεν, ὅταν εἰς ἐκείνους τοὺς χρόνους παραγενηθῶμεν.
彼らの事績については、私たちがその時代に至ったときに記録することにする。
§4.58.6Ἀλκμήνη δʼ εἰς Θήβας καταντήσασα, καὶ μετὰ ταῦτʼ ἄφαντος γενομένη, τιμῶν ἰσοθέων ἔτυχε παρὰ τοῖς Θηβαίοις.
アルクメネはテーバイに到着し、その後姿を消して、テーバイ人たちから神に等しい栄誉を授かった。
τοὺς δʼ ἄλλους Ἡρακλείδας φασὶν ἐλθόντας παρʼ Αἰγίμιον τὸν Δώρου τὴν πατρῴαν τῆς χώρας παρακαταθήκην ἀπαιτήσαντας μετὰ Δωριέων κατοικῆσαι.
他方、他のヘラクレイダイは、ドロスの息子アイギミオスのもとを訪れて先祖伝来の土地の預けものを返すよう要求し、ドリア人たちと共に居住したと言われている。
§4.58.7Τληπόλεμον δὲ τὸν Ἡρακλέους ἐν Ἄργει κατοικοῦντα λέγουσιν ἀνελεῖν Λικύμνιον τὸν Ἠλεκτρύωνος ἐρίσαντα περί τινων, διὰ δὲ τὸν φόνον τοῦτον ἐξ Ἄργους φυγόντα εἰς Ῥόδον μετοικῆσαι·
また、アルゴスに住んでいたヘラクレスの子トレポレモスは、いくつかの事柄について争った末にエレクトリョンの子リキュムニオスを殺害し、この殺人のゆえにアルゴスから逃れてロドス島に移住したと言われている。
τὴν δὲ νῆσον ταύτην τότε κατῴκουν Ἕλληνες οἱ ὑπὸ Τριόπα τοῦ Φόρβαντος κατοικισθέντες.
当時この島には、フォルバスの子トリオパスによって入植させられたギリシア人たちが住んでいた。
§4.58.8τὸν δʼ οὖν Τληπόλεμον κοινῇ μετὰ τῶν ἐγχωρίων τριμερῆ ποιῆσαι τὴν Ῥόδον, καὶ τρεῖς ἐν αὐτῇ καταστῆσαι πόλεις, Λίνδον, Ἰήλυσον, Κάμειρον·
ともあれトレポレモスは、地元住民たちと共同でロドスを三分し、その中に三つの都市、リンドス、イエリュソス、カメイロスを創建した。
βασιλεῦσαι δʼ αὐτὸν πάντων τῶν Ῥοδίων διὰ τὴν τοῦ πατρὸς Ἡρακλέους δόξαν, καὶ κατὰ τοὺς ὕστερον χρόνους μετʼ Ἀγαμέμνονος ἐπὶ τὴν Τροίαν στρατεῦσαι.
そして彼自身が、父ヘラクレスの名声のゆえにロドス人全員を支配し、後になってアガメムノンと共にトロイアへと遠征した。

語釈・文法注

  1. ¦p.v.1.p.489¦εἰ μὲν Ὕλλος νικήσαι ... παραλαβεῖν — 条件節が希求法(νικήσαι, λειφθείη)で帰結節が不定詞(παραλαβεῖν, μὴ κατιέναι)となる構成。これは、ヒュロスが提案した合意(ὁμολογίας)の内容を間接話法、あるいは命令・決定の不定詞として表現しており、「〜という条件で(合意した)」という文脈を形成している。
  2. §4.58.5Λικύμνιος μὲν μετὰ τῶν παίδων καὶ Τληπολέμου ... κατῴκησαν — 主語は三人称単数の名詞 Λικύμνιος であるが、伴随を表す前置詞句 μετὰ τῶν παίδων καὶ Τληπολέμου を伴うため、動詞は複数形の κατῴκησαν となっている。これは意味上の複数性に基づく文法上の一致(constructio ad sensum)の典型例である。
  3. §4.58.6τοὺς δʼ ἄλλους Ἡρακλείδας φασὶν ἐλθόντας ... κατοικῆσαι — 非人称の φασίν(人々は言う)が導く対格不定詞(A.c.I.)構文。対格の主語 τοὺς ἄλλους Ἡρακλείδας に対し、分詞 ἐλθόντας および ἀπαιτήσαντας が対格で一致し、主要動詞としての不定詞 κατοικῆσαι にかかっている。この構文は§4.58.7の λέγουσιν ἀνελεῖν および §4.58.8の ποιῆσαι 等にも継続している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.58.1-4.58.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.58.1-4.58.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。