§4.52.1τὴν δὲ Μήδειαν νυκτὸς ἐπιγενομένης καὶ τοῦ Πελίου πρὸς ὕπνον τραπέντος λέγειν ὡς ἀναγκαῖον ἐν λέβητι καθεψῆσαι τὸ σῶμα τοῦ Πελίου.
メディアは、夜が訪れペリアスが眠りについたとき、ペリアスの体を大釜で煮ることが必要であると言った。
προσάντως δὲ τῶν παρθένων δεξαμένων τὸν λόγον, ἑτέραν αὐτὴν ἐπινοῆσαι πίστιν τῶν ὑπʼ αὐτῆς λεγομένων·
しかし乙女たちがその言葉を不快に受け止めたので、彼女は自身の語る言葉に対する別の確証を考案した。
τρεφομένου γὰρ κριοῦ πολυετοῦς κατὰ τὴν οἰκίαν, ἐπαγγείλασθαι ταῖς κόραις τοῦτον πρότερον καθεψήσειν §4.52.2καὶ ποιήσειν ἀπʼ ἀρχῆς ἄρνα.
というのも、家の中で年老いた牡羊が飼われていたので、これをまず最初に煮て、再び子羊にしてみせると娘たちに約束したのである。
συγκαταθεμένων δʼ αὐτῶν, μυθολογοῦσι τὴν Μήδειαν κατὰ μέλη διελοῦσαν τὸ σῶμα τοῦ κριοῦ καθεψῆσαι, καὶ διά τινων φαρμάκων παρακρουσαμένην ἐξελεῖν ἐκ τοῦ λέβητος ἀρνὸς εἴδωλον.
彼女たちが同意すると、人々は、メディアが牡羊の体をバラバラに切り刻んで煮て、ある種の薬物によって彼女たちを欺き、大釜から子羊の姿をしたものを取り出したと語る。
ἐνταῦθα τῶν παρθένων καταπλαγεισῶν, καὶ πίστεις τῆς ἐπαγγελίας ἡγησαμένων ἐνδεχομένας ἔχειν, ὑπουργῆσαι τοῖς προστάγμασι.
ここで乙女たちは驚愕し、その約束が実現可能であるという確証を得たと信じたので、その命令に従った。
καὶ τὰς μὲν ἄλλας ἁπάσας τὸν πατέρα τυπτούσας ἀποκτεῖναι, μόνην δʼ Ἄλκηστιν διʼ εὐσεβείας ὑπερβολὴν ἀποσχέσθαι τοῦ γεννήσαντος.
そして他のすべての娘たちは父親を打ち叩いて殺したが、ただアルケスティスだけは、人一倍の敬虔さゆえに、生みの親に手をかけることを控えた。
§4.52.3μετὰ δὲ ταῦτα τὴν Μήδειάν φασι τοῦ μὲν τὸ σῶμα κατακόπτειν ἢ καθέψειν ἀποστῆναι, προσποιησαμένην δὲ δεῖν πρότερον εὐχὰς ποιήσασθαι τῇ σελήνῃ, τὰς μὲν παρθένους ἀναβιβάσαι μετὰ λαμπάδων ἐπὶ τὸ μετεωρότατον τέγος τῶν βασιλείων, αὐτὴν δὲ τῇ Κολχίδι διαλέκτῳ κατευχήν τινα μακρὰν διερχομένην ἐγχρονίζειν, ἀναστροφὴν διδοῦσαν τοῖς μέλλουσι ποιεῖσθαι τὴν ἐπίθεσιν.
この後、メディアは(ペリアスの)体を切り刻んだり煮たりすることをやめ、まず月に祈りを捧げる必要があると装って、娘たちには松明を持たせて王宮の最も高い屋根の上に登らせ、自身はコルキスの言葉で何らかの長い祈りを唱えて時間を引き延ばし、襲撃を行おうとしている者たちに猶予を与えたと言われている。
§4.52.4διὸ καὶ τοὺς Ἀργοναύτας ἀπὸ τῆς σκοπῆς καταμαθόντας τὸ πῦρ, καὶ νομίσαντας συντετελέσθαι τὴν ἀναίρεσιν τοῦ βασιλέως, ὁρμῆσαι δρόμῳ πρὸς τὴν πόλιν, παρεισελθόντας δʼ ἐντὸς τοῦ τείχους ἐσπασμένοις τοῖς ξίφεσιν εἰς τὰ βασίλεια καταντῆσαι καὶ τοὺς ἐναντιουμένους τῶν φυλάκων ἀνελεῖν.
それゆえ、アルゴナウタイたちも見張り場所からその火を認め、王の殺害が完了したと考えて、街へと走って急行し、城壁の内側に侵入すると、剣を抜いて王宮に至り、抵抗する守衛たちを殺害した。
τὰς δὲ τοῦ Πελίου θυγατέρας ἄρτι καταβεβηκυίας ἀπὸ τοῦ τέγους πρὸς τὴν καθέψησιν, καὶ παραδόξως ἐν τοῖς βασιλείοις ἰδούσας τόν τε Ἰάσονα καὶ τοὺς ἀριστεῖς, περιαλγεῖς ἐπὶ τῇ συμφορᾷ γενέσθαι·
一方、ペリアスの娘たちは、煮沸を行うために屋根から降りてきたばかりのところで、思いがけず王宮の中でイアソンと勇士たちを目にし、その悲劇に深い痛手を受けた。
οὔτε γὰρ ἀμύνασθαι τὴν Μήδειαν εἶχον ἐξουσίαν οὔτε τὸ πραχθὲν αὐταῖς μύσος διʼ ἀπάτην διορθώσασθαι.
というのも、彼女たちにはメディアに報復する力もなければ、騙されて自分たちが犯してしまった罪穢れを正すこともできなかったからである。
§4.52.5διόπερ ταύτας μὲν ὁρμῆσαι λέγεται στερίσκειν αὑτὰς τοῦ ζῆν, τὸν δʼ Ἰάσονα κατελεήσαντα τὰ πάθη παρακατασχεῖν αὐτάς, καὶ θαρρεῖν παρακαλέσαντα δεικνύειν ὡς ἐκ κακίας μὲν οὐδὲν ἥμαρτον, ἀκουσίως δὲ διʼ ἀπάτην ἠτύχησαν.
それゆえ、彼女たちは自ら命を絶とうとしたと言われているが、イアソンはその苦しみを憐れんで彼女たちを押しとどめ、気を確かに持つようにと言って、彼女たちが悪意から何ら過ちを犯したわけではなく、騙されて不本意ながら災難に見舞われたのだということを示した。