Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.49.1-4.49.8

ヘラクレスによるトロイア攻略とプリアモスの即位

285 / 406 箇所 · ギリシア語

要旨

アルゴナイタイはビュザスが支配する土地で神々に感謝を捧げた後、トロイアに到着する。そこでラオメドン王に捕らえられた使者たちはプリアモスの援助で脱出し、ヘラクレスが王を討ち取ってプリアモスに王位を継承させた後、一行はサモトラケへと向かう。

§4.49.1ἔπειτα τὸν μὲν Γλαῦκον δῦναι πάλιν εἰς τὸ πέλαγος, τοὺς δʼ Ἀργοναύτας κατὰ στόμα τοῦ Πόντου γενομένους προσπλεῦσαι τῇ γῇ, βασιλεύοντος τότε τῆς χώρας Βύζαντος, ἀφʼ οὗ καὶ τὴν πόλιν τῶν Βυζαντίων ὠνομάσθαι.
その後、グラウコスは再び海へと沈み、アルゴナイタイはポントス海の入り口に達して、その土地に船を寄せた。 当時その地域はビュザスが支配しており、彼にちなんでビュザンティオンの街も名付けられた。
§4.49.2ἐνταῦθα δὲ βωμοὺς ἱδρυσαμένους καὶ τοῖς θεοῖς τὰς εὐχὰς ἀποδόντας καθιερῶσαι τὸν τόπον τὸν ἔτι καὶ νῦν τιμώμενον ὑπὸ τῶν παραπλεόντων.
彼らはその場所に祭壇を築いて神々に誓いを果たし、現在でもそこを航行する者たちによって尊ばれているその地を聖別した。
§4.49.3μετὰ δὲ ταῦτα ἀναχθέντας, καὶ διαπλεύσαντας τήν τε Προποντίδα καὶ τὸν Ἑλλήσποντον, προσενεχθῆναι τῇ Τρῳάδι.
この後、彼らは出航してプロポンティスとヘレスポントスを通り抜け、トロイア地方に到着した。
ἐνταῦθα δʼ Ἡρακλέους πέμψαντος εἰς τὴν πόλιν Ἴφικλόν τε τὸν ἀδελφὸν καὶ Τελαμῶνα τάς τε ἵππους καὶ τὴν Ἡσιόνην ἀπαιτήσοντας, λέγεται τὸν Λαομέδοντα τοὺς μὲν πρεσβευτὰς εἰς φυλακὴν ἀποθέσθαι, τοῖς δʼ ἄλλοις Ἀργοναύταις διʼ ἐνέδρας βουλεῦσαι θάνατον·
そこでヘラクレスが、馬とヘシオネを要求するために、兄弟のイピクロスとテラモンを街へと送ったとき、ラオメドンは使節たちを牢に投じ、他のアルゴナイタイに対しては伏兵による殺害を企てたと言われている。
καὶ τοὺς μὲν ἄλλους υἱοὺς ἔχειν τῇ πράξει συνεργούς, Πρίαμον δὲ μόνον ἐναντιοπραγοῦντα·
そして、彼は他の息子たちをこの企ての共犯者としたが、プリアモスだけが反対した。
τοῦτον γὰρ ἀποφήνασθαι δεῖν τὰ πρὸς τοὺς ξένους δίκαια τηρεῖν, καὶ τήν τε ἀδελφὴν καὶ τὰς ὡμολογημένας ἵππους ἀποδιδόναι.
というのも、プリアモスは異邦人に対して正義を守るべきであり、姉妹と約束の馬を返還すべきだと主張したからである。
§4.49.4οὐδενὸς δʼ αὐτῷ προσέχοντος, φασὶν εἰς τὴν φυλακὴν δύο ξίφη παρενέγκαντα λάθρᾳ δοῦναι τοῖς περὶ τὸν Τελαμῶνα, καὶ τὴν τοῦ πατρὸς προαίρεσιν ἐξηγησάμενον αἴτιον γενέσθαι τῆς σωτηρίας αὐτοῖς.
しかし、誰も自分に耳を傾けないため、プリアモスは密かに二振りの剣を牢に運び込んでテラモンらに与え、父の意図を説明したことで、彼らの命の救い手となったという。
§4.49.5εὐθὺς γὰρ τοὺς περὶ τὸν Τελαμῶνα φονεῦσαι μὲν τῶν φυλάκων τοὺς ἀντεχομένους, φυγόντας δʼ ἐπὶ θάλατταν ἀπαγγεῖλαι τὰ κατὰ μέρος τοῖς Ἀργοναύταις.
すなわち、テラモンらは直ちに抵抗する番兵たちを殺害し、海へと逃れてアルゴナイタイに事の顛末を報告した。
διόπερ τούτους μὲν ἑτοίμους γενομένους πρὸς μάχην ἀπαντῆσαι τοῖς ἐκ τῆς πόλεως ἐκχεομένοις μετὰ τοῦ βασιλέως·
そのため、戦闘の準備を整えたアルゴナイタイは、王とともに街から繰り出してくる者たちを迎え撃った。
§4.49.6γενομένης δὲ μάχης ἰσχυρᾶς, καὶ τῶν ἀριστέων διὰ τὰς ἀρετὰς ἐπικρατούντων, μυθολογοῦσι τὸν Ἡρακλέα πάντων ἄριστα διαγωνίσασθαι·
激しい戦闘が起こり、勇士たちがその武勇によって優勢を占めるなか、ヘラクレスが誰よりも優れた戦いぶりを見せたと神話は伝える。
τόν τε γὰρ Λαομέδοντα φονεῦσαι, καὶ τῆς πόλεως ἐξ ἐφόδου κρατήσαντα κολάσαι μὲν τοὺς μετασχόντας τῷ βασιλεῖ τῆς ἐπιβουλῆς, Πριάμῳ δὲ διὰ τὴν δικαιοσύνην παραδοῦναι τὴν βασιλείαν, καὶ φιλίαν συνθέμενον ἐκπλεῦσαι μετὰ τῶν Ἀργοναυτῶν.
彼はラオメドンを殺害し、突撃によって街を支配下に置くと、王の陰謀に加担した者たちを処罰したが、プリアモスにはその義深さゆえに王権を委ね、友好を結んでアルゴナイタイとともに出航した。
§4.49.7ἔνιοι δὲ τῶν ἀρχαίων ποιητῶν παραδεδώκασιν οὐ μετὰ τῶν Ἀργοναυτῶν, ἀλλʼ ἰδίᾳ στρατεύσαντα τὸν Ἡρακλέα ναυσὶν ἓξ ἕνεκα τῶν ἵππων ἑλεῖν τὴν Τροίαν·
しかし、古代の詩人のなかには、ヘラクレスはアルゴナイタイと共ではなく、馬のために六隻の船を率いて単独で遠征し、トロイアを攻略したと伝えている者もいる。
προσμαρτυρεῖν δὲ τούτοις καὶ Ὅμηρον ἐν τοῖσδε τοῖς ἔπεσιν, "ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς.
ホーメロスも次のような詩行でこれを目撃証言している。 「だが、人々が言うヘラクレスの勇力とはどのようなものであったか、私の父、大胆にして獅子の心を持つあの男は、かつてラオメドンの馬のためにここに来て、わずか六隻の船と少数の部下を率いながらも、イーリオスの都市を荒らし尽くし、その街路を無人にした。
" §4.49.8τοὺς δʼ Ἀργοναύτας φασὶν ἐκ τῆς Τρῳάδος ἀναχθέντας εἰς Σαμοθρᾴκην κομισθῆναι, καὶ τοῖς μεγάλοις θεοῖς τὰς εὐχὰς ἀποδόντας πάλιν ἀναθεῖναι τὰς φιάλας εἰς τὸ τέμενος τὰς ἔτι καὶ νῦν διαμενούσας.
」アルゴナイタイはトロイア地方から出航してサモトラケへと運ばれ、偉大な神々に誓いを果たして、現在でも残っている平鉢を再び聖域に奉納したと言われている。

語釈・文法注

  1. §4.49.1βασιλεύοντος τότε τῆς χώρας Βύζαντος — 属格絶対分詞構文で、時(「当時ビュザスがその地を支配していた時」)を表す。名詞である Βύζαντος が意味上の主語、現在分詞 βασιλεύοντος が述語。
  2. §4.49.4τοῖς περὶ τὸν Τελαμῶνα — 「οἱ περί + 対格」の表現で、テラモンとその同行者(ここでは§4.49.3で共に使節として送られたイピクロス)を指す慣用表現。単に「テラモンの周囲の人々」ではなく、中心人物を含む特定のグループや同行者を指示する。
  3. §4.49.7ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι — ホーメロスの引用(『イーリアス』第5巻638行)における感嘆文の構文。関係代名詞 οἷος が感嘆的(「いかに〜な人か」)に使われており、対格不定詞句 βίην Ἡρακληείην εἶναι(「ヘラクレスの勇力があること」、ヘラクレスを指す曲言的表現)が φασί(人々が言う)の目的語となっている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.49.1-4.49.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.49.1-4.49.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。