§4.46.1τὴν δὲ Μήδειαν ἱστοροῦσι μαθεῖν παρά τε τῆς μητρὸς καὶ τῆς ἀδελφῆς ἁπάσας τὰς τῶν φαρμάκων δυνάμεις, προαιρέσει δʼ ἐναντιωτάτῃ χρῆσθαι·
メディアについては、母親と姉から毒薬のあらゆる効能を学んだが、それとは正反対の志向を用いたと伝えられている。
διατελεῖν γὰρ τοὺς καταπλέοντας τῶν ξένων ἐξαιρουμένην ἐκ τῶν κινδύνων, καὶ ποτὲ μὲν παρὰ τοῦ πατρὸς αἰτεῖσθαι δεήσει καὶ χάριτι τὴν τῶν μελλόντων ἀπόλλυσθαι σωτηρίαν, ποτὲ δʼ αὐτὴν ἐκ τῆς φυλακῆς ἀφιεῖσαν προνοεῖσθαι τῆς τῶν ἀτυχούντων ἀσφαλείας·
というのは、彼女は航海してくる異邦人たちを危機から救い出し続け、ある時は父親に対し、哀願と懇願によって死に瀕した人々を救うよう求め、またある時は自ら彼らを牢から釈放して、不幸な者たちの安全に配慮したからである。
τὸν γὰρ Αἰήτην τὰ μὲν διὰ τὴν ἰδίαν ὠμότητα, τὰ δʼ ὑπὸ τῆς γυναικὸς Ἑκάτης πεισθέντα, προσδέξασθαι τὸ τῆς ξενοκτονίας νόμιμον.
なぜなら、アイエテスは、一部には彼自身の残虐さのゆえに、また一部には妻ヘカテに説得されたために、異邦人殺害の慣行を受け入れていたからである。
§4.46.2ἀντιπραττούσης δὲ τῆς Μηδείας ἀεὶ μᾶλλον τῇ προαιρέσει τῶν γονέων, φασὶ τὸν Αἰήτην ὑποπτεύσαντα τὴν ἐκ τῆς θυγατρὸς ἐπιβουλὴν εἰς ἐλευθέραν αὐτὴν ἀποθέσθαι φυλακήν·
メディアが両親の志向に常にいっそう反抗していたので、アイエテスは娘からの陰謀を疑って彼女を緩やかな監視下に置いたと言われている。
τὴν δὲ Μήδειαν διαδρᾶσαν καταφυγεῖν εἴς τι τέμενος Ἡλίου κείμενον παρὰ θάλατταν.
しかし、メディアは脱出して、海辺に位置する太陽神ヘリオスの聖域へと逃げ込んだ。
§4.46.3καθʼ ὃν δὴ χρόνον τοὺς Ἀργοναύτας ἀπὸ τῆς Ταυρικῆς κομισθέντας νυκτὸς καταπλεῦσαι τῆς Κολχίδος εἰς τὸ προειρημένον τέμενος.
まさにその時、アルゴナウタイがタウリケから帰還して、夜の間にコルキスの前述の聖域に入港した。
ἔνθα δὴ περιτυχόντας τῇ Μηδείᾳ πλανωμένῃ παρὰ τὸν αἰγιαλόν, καὶ μαθόντας παρʼ αὐτῆς τὸ τῆς ξενοκτονίας νόμιμον, ἀποδέξασθαι μὲν τὴν ἡμερότητα τῆς παρθένου, δηλώσαντας δʼ αὐτῇ τὴν ἑαυτῶν ἐπιβολὴν πάλιν παρʼ ἐκείνης μαθεῖν τὸν ὑπάρχοντα αὐτῇ κίνδυνον ἀπὸ τοῦ πατρὸς διὰ τὴν πρὸς τοὺς ξένους εὐσέβειαν.
そこで、海岸沿いを彷徨っていたメディアに出くわし、彼女から異邦人殺害の慣行について知らされた彼らは、この乙女の優しさを受け入れるとともに、自分たちの企てを明かした。 そして今度は彼女から、異邦人に対する情け深さのゆえに父親から自身に迫っている危険について知らされた。
§4.46.4κοινοῦ δὲ τοῦ συμφέροντος φανέντος, τὴν μὲν Μήδειαν ἐπαγγείλασθαι συνεργήσειν αὐτοῖς μέχρι ἂν συντελέσωσι τὸν προκείμενον ἆθλον, τὸν δʼ Ἰάσονα διὰ τῶν ὅρκων δοῦναι πίστεις ὅτι γήμας αὐτὴν ἕξει σύμβιον ἅπαντα §4.46.5τὸν τοῦ ζῆν χρόνον.
共通の利益が明らかになったので、メディアは彼らが課せられた難業を成し遂げるまで協力することを約束し、イアソンは彼女を妻として娶り、生涯のすべてにわたる年月、伴侶とすることを誓いによって確約した。
μετὰ δὲ ταῦτα τοὺς Ἀργοναύτας ἀπολιπόντας φυλακὰς τῆς νεώς, νυκτὸς ὁρμῆσαι μετὰ τῆς Μηδείας ἐπὶ τὸ χρυσόμαλλον δέρος·
この後、アルゴナウタイは船の守衛たちを残し、夜の間にメディアとともに金羊毛へと急行した。
περὶ οὗ τὰ κατὰ μέρος οἰκεῖον ἂν εἴη διελθεῖν, ἵνα μηδὲν τῶν ἀνηκόντων εἰς τὴν ὑποκειμένην ἱστορίαν ἀγνοῆται.
それについては、当面の歴史に関連する事柄の何一つとして知られないままにならないよう、詳細に語るのが適切であろう。