§4.46.1τὴν δὲ Μήδειαν ἱστοροῦσι μαθεῖν παρά τε τῆς μητρὸς καὶ τῆς ἀδελφῆς ἁπάσας τὰς τῶν φαρμάκων δυνάμεις, προαιρέσει δʼ ἐναντιωτάτῃ χρῆσθαι·
Regarding Medea, they relate that she learned from both her mother and her sister all the powers of drugs, but that she followed a purpose completely opposite to theirs.
διατελεῖν γὰρ τοὺς καταπλέοντας τῶν ξένων ἐξαιρουμένην ἐκ τῶν κινδύνων, καὶ ποτὲ μὲν παρὰ τοῦ πατρὸς αἰτεῖσθαι δεήσει καὶ χάριτι τὴν τῶν μελλόντων ἀπόλλυσθαι σωτηρίαν, ποτὲ δʼ αὐτὴν ἐκ τῆς φυλακῆς ἀφιεῖσαν προνοεῖσθαι τῆς τῶν ἀτυχούντων ἀσφαλείας·
For she continued to rescue the sailing strangers from their dangers, sometimes requesting of her father, by entreaty and favour, the safety of those who were about to be destroyed, and sometimes herself releasing them from prison and providing for the safety of the unfortunate.
τὸν γὰρ Αἰήτην τὰ μὲν διὰ τὴν ἰδίαν ὠμότητα, τὰ δʼ ὑπὸ τῆς γυναικὸς Ἑκάτης πεισθέντα, προσδέξασθαι τὸ τῆς ξενοκτονίας νόμιμον.
For Aeëtes, partly because of his own cruelty and partly because he was persuaded by his wife Hecate, had accepted the custom of sacrificing strangers.
§4.46.2ἀντιπραττούσης δὲ τῆς Μηδείας ἀεὶ μᾶλλον τῇ προαιρέσει τῶν γονέων, φασὶ τὸν Αἰήτην ὑποπτεύσαντα τὴν ἐκ τῆς θυγατρὸς ἐπιβουλὴν εἰς ἐλευθέραν αὐτὴν ἀποθέσθαι φυλακήν· τὴν δὲ Μήδειαν διαδρᾶσαν καταφυγεῖν εἴς τι τέμενος Ἡλίου κείμενον παρὰ θάλατταν.
Since Medea always opposed more and more the purpose of her parents, they say that Aeëtes, suspecting a plot from his daughter, placed her under free custody; but Medea, having escaped, fled to a certain sacred precinct of Helios situated near the sea.
§4.46.3καθʼ ὃν δὴ χρόνον τοὺς Ἀργοναύτας ἀπὸ τῆς Ταυρικῆς κομισθέντας νυκτὸς καταπλεῦσαι τῆς Κολχίδος εἰς τὸ προειρημένον τέμενος.
At this very time, the Argonauts, returning from Taurica, sailed by night into Colchis to the aforementioned sacred precinct.
ἔνθα δὴ περιτυχόντας τῇ Μηδείᾳ πλανωμένῃ παρὰ τὸν αἰγιαλόν, καὶ μαθόντας παρʼ αὐτῆς τὸ τῆς ξενοκτονίας νόμιμον, ἀποδέξασθαι μὲν τὴν ἡμερότητα τῆς παρθένου, δηλώσαντας δʼ αὐτῇ τὴν ἑαυτῶν ἐπιβολὴν πάλιν παρʼ ἐκείνης μαθεῖν τὸν ὑπάρχοντα αὐτῇ κίνδυνον ἀπὸ τοῦ πατρὸς διὰ τὴν πρὸς τοὺς ξένους εὐσέβειαν.
There, encountering Medea as she was wandering along the shore, and learning from her of the custom of sacrificing strangers, they welcomed the maiden's gentleness, and having revealed to her their own enterprise, they in turn learned from her of the danger that threatened her from her father because of her piety toward strangers.
§4.46.4κοινοῦ δὲ τοῦ συμφέροντος φανέντος, τὴν μὲν Μήδειαν ἐπαγγείλασθαι συνεργήσειν αὐτοῖς μέχρι ἂν συντελέσωσι τὸν προκείμενον ἆθλον, τὸν δʼ Ἰάσονα διὰ τῶν ὅρκων δοῦναι πίστεις ὅτι γήμας αὐτὴν ἕξει σύμβιον ἅπαντα §4.46.5τὸν τοῦ ζῆν χρόνον.
Since their common interest was apparent, Medea promised to co-operate with them until they should perform the task set before them, and Jason gave pledges by oaths that he would marry her and keep her as his partner for all the time of his life.
μετὰ δὲ ταῦτα τοὺς Ἀργοναύτας ἀπολιπόντας φυλακὰς τῆς νεώς, νυκτὸς ὁρμῆσαι μετὰ τῆς Μηδείας ἐπὶ τὸ χρυσόμαλλον δέρος· περὶ οὗ τὰ κατὰ μέρος οἰκεῖον ἂν εἴη διελθεῖν, ἵνα μηδὲν τῶν ἀνηκόντων εἰς τὴν ὑποκειμένην ἱστορίαν ἀγνοῆται.
After this, the Argonauts, leaving guards for the ship, hastened by night with Medea to the golden fleece; concerning which it would be appropriate to discuss the details, so that nothing of what pertains to the history before us may remain unknown.