§4.37.1μετὰ δὲ ταῦτα Φύλαντος τοῦ Δρυόπων βασιλέως δόξαντος εἰς τὸ ἐν Δελφοῖς ἱερὸν παρανενομηκέναι, στρατεύσας μετὰ Μηλιέων τόν τε βασιλέα τῶν Δρυόπων ἀνεῖλε καὶ τοὺς ἄλλους ἐκ τῆς χώρας ἐξαναστήσας Μηλιεῦσι παρέδωκε τὴν χώραν·
これらのことの後、ドリュオプス人の王ピュラスがデルポイの神殿に対して不法を働いたとみなされたので、ヘラクレスはマリス人たちとともに遠征し、ドリュオプス人の王を殺し、他の者たちをその土地から退去させて、マリス人たちにその土地を引き渡した。
τὴν δὲ Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησεν.
そしてピュラスの娘を捕虜として捕らえ、彼女と交わって、息子アンティオコスをもうけた。
ἐτέκνωσε δὲ καὶ ἐκ τῆς Δηιανείρας νεωτέρους τοῦ Ὕλλου υἱοὺς δύο,
また、デイアネイラとの間にも、ヒュロスより年下の息子を二人もうけた。
§4.37.2Γληνέα καὶ Ὁδίτην.
すなわちグレネウスとホディテスである。
τῶν δʼ ἐκπεσόντων Δρυόπων οἱ μὲν εἰς τὴν Εὔβοιαν καταντήσαντες ἔκτισαν πόλιν Κάρυστον, οἱ δʼ εἰς Κύπρον τὴν νῆσον πλεύσαντες καὶ τοῖς ἐγχωρίοις ἀναμιχθέντες ἐνταῦθα κατῴκησαν, οἱ δὲ λοιποὶ τῶν Δρυόπων καταφυγόντες ἐπὶ τὸν Εὐρυσθέα βοηθείας ἔτυχον διὰ τὴν ἔχθραν τὴν πρὸς Ἡρακλέα·
追放されたドリュオプス人たちのうち、ある者たちはエウボイアに至ってカリュストス市を創建し、またある者たちはキプロス島へ船で渡って現地の住民と交じり合い、そこに定住した。 そして残りのドリュオプス人たちはエウリュステウスのもとに逃れ、彼がヘラクレスに対して抱いていた敵意のおかげで援助を得た。
τούτου γὰρ αὐτοῖς συνεργοῦντος τρεῖς πόλεις ᾤκισαν ἐν Πελοποννήσῳ, Ἀσίνην καὶ Ἑρμιόνην, ἔτι δʼ Ἠιόνα.
すなわち、彼が彼らに協力したことで、彼らはペロポネソスに三つの市、アシネ、ヘルミオネ、さらにエイオンを創建したのである。
§4.37.3μετὰ δὲ τὴν Δρυόπων ἀνάστασιν, πολέμου συνεστῶτος τοῖς Δωριεῦσι τοῖς τὴν Ἑστιαιῶτιν καλουμένην οἰκοῦσιν, ὧν ἐβασίλευεν Αἰγίμιος, καὶ τοῖς Λαπίθαις τοῖς περὶ τὸν Ὄλυμπον ἱδρυμένοις, ὧν ἐδυνάστευε Κόρωνος ὁ Καινέως, ὑπερεχόντων δὲ τῶν Λαπιθῶν πολὺ ταῖς δυνάμεσιν, οἱ Δωριεῖς κατέφυγον ἐπὶ τὸν Ἡρακλέα, καὶ σύμμαχον αὐτὸν ἐκάλεσαν ἐπὶ τρίτῳ μέρει τῆς Δωρίδος χώρας καὶ τῆς βασιλείας·
ドリュオプス人たちの追放の後、ヘスティアイオティスと呼ばれる地に住むドリアン人たち(彼らの王はアイギミオスであった)と、オリンポス周辺に定住していたラピテス人たち(彼らの支配者はカイネウスの息子コノノスであった)との間に戦争が起きており、ラピテス人たちがその戦力において大いに勝っていたので、ドリアン人たちはヘラクレスのもとに逃れ、ドリス地方の土地と王権の三分の一を与えるという条件で、彼に同盟者となるよう求めた。
πείσαντες δὲ κοινῇ τὴν ἐπὶ τοὺς Λαπίθας στρατείαν ἐποιήσαντο.
彼を説得すると、共同でラピテス人に対する遠征を行った。
ὁ δʼ Ἡρακλῆς ἔχων ἀεὶ τοὺς μεθʼ ἑαυτοῦ στρατεύσαντας Ἀρκάδας, καὶ μετὰ τούτων χειρωσάμενος τοὺς Λαπίθας, αὐτόν τε τὸν βασιλέα Κόρωνον ἀνεῖλε καὶ τῶν ἄλλων τοὺς πλείστους κατακόψας ἠνάγκασεν ἐκχωρῆσαι τῆς ἀμφισβητησίμου χώρας.
ヘラクレスは、常に自分とともに遠征していたアルカディア人たちを従えており、彼らとともにラピテス人たちを打ち破り、王コノノス自身を殺し、他の者たちの大部分を切り伏せて、係争中の土地から退去させた。
§4.37.4τούτων δὲ πραχθέντων, Αἰγιμίῳ μὲν τὸ ἐπιβάλλον τῆς χώρας τρίτον μέρος παρέθετο καὶ παρεκελεύσατο φυλάττειν τοῖς ἀπʼ αὐτοῦ·
これらのことが成し遂げられると、彼はアイギミオスに、自分に割り当てられた土地の三分の一を託し、それを自分の子孫たちのために保管しておくようにと勧めた。
ἐπανιὼν δʼ εἰς Τραχῖνα, καὶ προκληθεὶς ὑπὸ Κύκνου τοῦ Ἄρεος, τοῦτον μὲν ἀπέκτεινεν, ἐκ δὲ τῆς Ἰτώνου πορευόμενος καὶ διὰ τῆς Πελασγιώτιδος γῆς βαδίζων Ὀρμενίῳ τῷ βασιλεῖ συνέμιξεν, οὗ τὴν θυγατέρα ἐμνήστευεν Ἀστυδάμειαν·
そしてトラキスへと戻る途中、アレスの息子キュクノスから挑戦を受け、これを殺した。 イトノスから進み、ペラスギオティスの地を通って行く中で、彼はオルメニオス王と出会い、その娘アステュだメイアに求婚した。
οὐ προσέχοντος δʼ αὐτοῦ διὰ τὸ ἔχειν αὐτὸν γαμετὴν Δηιάνειραν τὴν Οἰνέως, στρατεύσας ἐπʼ αὐτὸν τήν τε πόλιν εἷλε καὶ τὸν ἀπειθοῦντα βασιλέα ἀπέκτεινε, τὴν δʼ Ἀστυδάμειαν αἰχμάλωτον λαβών, §4.37.5καὶ μιγεὶς αὐτῇ, Κτήσιππον υἱὸν ἐγέννησε.
しかし、ヘラクレスがすでにオイネウスの娘デイアネイラを妻として娶っているという理由で彼が耳を貸さなかったので、彼に対して遠征し、その市を攻略して、従おうとしなかった王を殺し、アステュだメイアを捕虜として捕らえ、彼女と交わって、息子クテシッポスをもうけた。
ταῦτα δὲ διαπραξάμενος ἐστράτευσεν εἰς τὴν Οἰχαλίαν ἐπὶ τοὺς Εὐρύτου παῖδας, ὅτι τὴν Ἰόλην μνηστεύσας ἀπέτυχε·
これらのことを成し遂げた後、彼はオイカリアへ、エウリュトスの息子たちに対して遠征した。 イオレに求婚したものの、失敗したからである。
συναγωνιζομένων δʼ αὐτῷ τῶν Ἀρκάδων, τήν τε πόλιν εἷλε καὶ τοὺς Εὐρύτου παῖδας ἀπέκτεινε, Τοξέα καὶ Μολίονα καὶ Κλυτίον.
アルカディア人たちが彼とともに戦ったので、彼はその市を攻略し、エウリュトスの息子たちであるトクセウス、モリオン、クリュティオスを殺した。
λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον ἀπῆλθε τῆς Εὐβοίας ἐπὶ τὸ ἀκρωτήριον τὸ καλούμενον Κηναῖον.
そしてイオレをも捕虜として捕らえ、エウボイアの、ケナイオンと呼ばれる岬へと去った。