§4.34.1Ἡρακλῆς δὲ μετὰ τὴν ἐν Φενεῷ κατοίκησιν ἔτει πέμπτῳ, δυσφορῶν ἐπὶ τῷ τετελευτηκέναι Οἰωνὸν τὸν Λικυμνίου καὶ Ἴφικλον τὸν ἀδελφόν, ἀπῆλθεν ἑκουσίως ἐξ Ἀρκαδίας καὶ πάσης Πελοποννήσου. συναπελθόντων δʼ αὐτῷ πολλῶν ἐκ τῆς Ἀρκαδίας, ἀπῆλθε τῆς Αἰτωλίας εἰς Καλυδῶνα κἀκεῖ κατῴκησεν. οὐκ ὄντων δʼ αὐτῷ παίδων γνησίων οὐδὲ γαμετῆς γυναικός, ἔγημε Δηιάνειραν τὴν Οἰνέως, τετελευτηκότος ἤδη Μελεάγρου. οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν βραχὺ παρεκβάντας ἡμᾶς ἀπαγγεῖλαι τὴν περὶ τὸν Μελέαγρον περιπέτειαν. §4.34.2Οἰνεὺς γάρ, γενομένης εὐκαρπίας αὐτῷ τοῦ σίτου, τοῖς μὲν ἄλλοις θεοῖς ἐτέλεσε θυσίας, μόνης δὲ τῆς Ἀρτέμιδος ὠλιγώρησεν· δι’ ἣν αἰτίαν ἡ θεὸς αὐτῷ μηνίσασα τὸν διαβεβοημένον Καλυδώνιον ὗν ἀνῆκεν, ὑπερφυῆ τὸ μέγεθος. §4.34.3οὗτος δὲ τὴν σύνεγγυς χώραν καταφθείρων τὰς κτήσεις ἐλυμαίνετο· διόπερ Μελέαγρος ὁ Οἰνέως, τὴν μὲν ἡλικίαν μάλιστα ἀκμάζων, ῥώμῃ δὲ καὶ ἀνδρείᾳ διαφέρων, παρέλαβε πολλοὺς τῶν ἀρίστων ἐπὶ τὴν τούτου κυνηγίαν. πρώτου δὲ Μελεάγρου τὸ θηρίον ἀκοντίσαντος, ὁμολογούμενον αὐτῷ τὸ πρωτεῖον συνεχωρήθη· τοῦτο δʼ ἦν ἡ δορὰ τοῦ ζῴου. §4.34.4μετεχούσης δὲ τῆς κυνηγίας Ἀταλάντης τῆς Σχοινέως, ἐρασθεὶς αὐτῆς ὁ Μελέαγρος παρεχώρησε τῆς δορᾶς καὶ τοῦ κατὰ τὴν ἀριστείαν ἐπαίνου. ἐπὶ δὲ τοῖς πραχθεῖσιν οἱ Θεστίου παῖδες συγκυνηγοῦντες ἠγανάκτησαν, ὅτι ξένην γυναῖκα προετίμησεν αὐτῶν, παραπέμψας τὴν οἰκειότητα. διόπερ ἀκυροῦντες τοῦ Μελεάγρου τὴν δωρεὰν ἐνήδρευσαν Ἀταλάντῃ, καὶ κατὰ τὴν εἰς Ἀρκαδίαν ἐπάνοδον ἐπιθέμενοι τὴν δορὰν ἀφείλοντο. §4.34.5Μελέαγρος δὲ διά τε τὸν πρὸς τὴν Ἀταλάντην ἔρωτα καὶ διὰ τὴν ἀτιμίαν παροξυνθείς, ἐβοήθησε τῇ Ἀταλάντῃ. καὶ τὸ μὲν πρῶτον παρεκάλει τοὺς ἡρπακότας ἀποδοῦναι τῇ γυναικὶ τὸ δοθὲν ἀριστεῖον· ὡς δʼ οὐ προσεῖχον, ἀπέκτεινεν αὐτούς, ὄντας τῆς Ἀλθαίας ἀδελφούς. διόπερ ἡ μὲν Ἀλθαία γενομένη περιαλγὴς ἐπὶ τῇ τῶν ὁμαίμων ἀναιρέσει ἀρὰς ἔθετο, καθʼ ἃς ἠξίωσεν ἀποθανεῖν Μελέαγρον· καὶ τοὺς ἀθανάτους ὑπακούσαντας ἐπενεγκεῖν αὐτῷ τὴν τοῦ βίου καταστροφήν. §4.34.6ἔνιοι δὲ μυθολογοῦσιν ὅτι κατὰ τὴν Μελεάγρου γένεσιν τῇ Ἀλθαίᾳ τὰς Μοίρας καθʼ ὕπνον ἐπιστάσας εἰπεῖν ὅτι τότε τελευτήσει Μελέαγρος ὁ υἱὸς αὐτῆς, ὅταν ὁ δαλὸς κατακαυθῇ. διόπερ τεκοῦσαν, καὶ νομίσασαν ἐν τῇ τοῦ δαλοῦ φυλακῇ τὴν σωτηρίαν τοῦ τέκνου κεῖσθαι, τὸν δαλὸν ἐπιμελῶς τηρεῖν. §4.34.7ὕστερον δʼ ἐπὶ τῷ φόνῳ τῶν ἀδελφῶν παροξυνθεῖσαν κατακαῦσαι τὸν δαλὸν καὶ τῷ Μελεάγρῳ τῆς τελευτῆς αἰτίαν καταστῆναι· ἀεὶ δὲ μᾶλλον ἐπὶ τοῖς πεπραγμένοις λυπουμένην τὸ τέλος ἀγχόνῃ τὸν βίον καταστρέψαι.
ヘラクレスはフェネオスに定住してから5年目に、リキュムニオスの子オイオノスと、自身の兄弟イピクレスの死を深く悲しみ、自ら進んでアルカディアおよびペロポネソス全土から立ち去った。アルカディアから多くの人々が彼と共に立ち去ったが、彼はアイトリアのカリュドンへと赴き、そこに定住した。彼には嫡出の子も正式な妻もいなかったため、メレアグロスがすでに世を去っていたので、オイネウスの娘デイアネイラを妻に迎えた。ここで少し本筋から外れて、メレアグロスに関する不運な出来事を語ることは、無関係ではないと私たちは考える。というのも、オイネウスは穀物の豊かな実りを得た際、他の神々には犠牲を捧げたが、アルテミス一柱だけを軽視したからである。この理由から、女神は彼に怒り、あの名高い、並外れた大きさのカリュドンの猪を放った。この獣は近隣の土地を荒らし、人々の財産を損なった。そのため、オイネウスの子メレアグロスは、年齢的にも最も全盛期にあり、力と勇気において傑出していたので、この獣の狩りのために多くの優れた者たちを伴った。そしてメレアグロスが最初にその獣に投げ槍を当てたので、満場一致で彼に最優秀の栄誉が認められた。これはその獣の毛皮であった。スコイネウスの娘アタランテもこの狩りに加わっていたが、彼女に恋をしたメレアグロスは、毛皮と、最優秀の功績に対する称賛を彼女に譲った。しかし、この行いに対して、共に狩りをしていたテスティオスの息子たちは、彼が親族関係を無視して、自分たちよりも異邦の女を優先したことに憤慨した。そのため、彼らはメレアグロスの贈り物を無効にしようとアタランテを待ち伏せし、彼女がアルカディアへ帰る途中で襲いかかって毛皮を奪い取った。メレアグロスは、アタランテへの愛と、受けた侮辱のために激怒し、アタランテの救援に赴いた。そして最初は、それを奪った者たちに、その女性に与えられた最優秀の褒賞を返すよう求めた。しかし彼らが耳を貸さなかったので、彼は彼らを殺害したが、彼らはアルタイアの兄弟たちであった。そのため、アルタイアは同胞の兄弟たちが殺されたことに深く悲しみ、メレアグロスが死ぬことを求める呪いをかけた。そして、不死の神々が彼女の願いを聞き入れ、彼の生涯に終焉をもたらした。しかし、ある者たちが語る神話によれば、メレアグロスの誕生の際、運命の女神たちが眠っているアルタイアの枕元に立ち、彼女の息子メレアグロスは、あの薪が燃え尽きるときに死ぬであろう、と告げたという。そのため、彼女は出産した後、子供の安全がその薪を守ることに懸かっていると考え、その薪を大切に保管していた。しかし後に、彼女は兄弟たちの殺害に激怒してその薪を燃やしてしまい、メレアグロスの死の原因となった。そして、自分の行ったことをますます深く悔やみ、最後には首を吊って生涯を終えたという。