§4.32.1μετὰ δὲ ταῦτα ἐπανελθὼν εἰς Πελοπόννησον ἐστράτευσεν εἰς Ἴλιον, ἐγκαλῶν Λαομέδοντι τῷ βασιλεῖ.
その後、ペロポネソスに戻ると、彼はラオメドーン王に抗議してイリオンへ遠征した。
οὗτος γὰρ Ἡρακλέους στρατεύοντος μετὰ Ἰάσονος ἐπὶ τὸ χρυσόμαλλον δέρος, καὶ τὸ κῆτος ἀνελόντος, ἀπεστέρησε τῶν ὡμολογημένων ἵππων, περὶ ὧν ἐν τοῖς Ἀργοναύτοις τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν.
というのも、この王は、ヘラクレスがイアソンとともに金羊毛皮を求めて遠征し、怪獣を退治した際、約束していた馬たちを彼から奪ったからであり、これらについては『アルゴナウタイ(遠征記)』の中で少しのちほど詳細に説明する。
§4.32.2καὶ τότε μὲν διὰ τὴν μετʼ Ἰάσονος στρατείαν ἀσχοληθείς, ὕστερον δὲ λαβὼν καιρὸν ἐπὶ τὴν Τροίαν ἐστράτευσεν, ὡς μέν τινές φασι, ναυσὶ μακραῖς ὀκτωκαίδεκα, ὡς δὲ Ὅμηρος γέγραφεν, ἓξ ταῖς ἁπάσαις, ἐν οἷς παρεισάγει τὸν υἱὸν αὐτοῦ Τληπόλεμον λέγοντα
"ἀλλʼ οἷόν τινά φασι βίην Ἡρακληείην εἶναι, ἐμὸν πατέρα θρασυμέμνονα, θυμολέοντα, ὅς ποτε δεῦρʼ ἐλθὼν ἕνεχʼ ἵππων Λαομέδοντος ἓξ οἴῃς σὺν νηυσὶ καὶ ἀνδράσι παυροτέροισιν Ἰλίου ἐξαλάπαξε πόλιν, χήρωσε δʼ ἀγυιάς. "
そして当時はイアソンとの遠征のために多忙を極めていたが、のちに機会を得てトロイアへ遠征した。 ある人々が言うには18隻の軍船で、またホメロスが書いているように、全部でわずか6隻で遠征した。 その中でホメロスは、彼(ヘラクレス)の息子トレポレモスがこう言うのを導入している。 「しかるに、人々が言うヘラクレスの剛勇、我が父、不敵の心を持ち、獅子の魂を宿すお方は、どのような方であったことか。 かつて彼はラオメドーンの馬たちのためにここへ来て、わずか6隻の船と、より少ない手勢でもって、イリオスの都を打ち滅ぼし、その通りを無人にしたのだ。
§4.32.3ὁ δʼ οὖν Ἡρακλῆς καταπλεύσας εἰς τὴν Τρῳάδα αὐτὸς μὲν μετὰ τῶν ἀρίστων προῆγεν ἐπὶ τὴν πόλιν, ἐπὶ δὲ τῶν νεῶν ἀπέλιπεν ἡγεμόνα τὸν Ἀμφιαράου υἱὸν Οἰκλέα.
」ともかくもヘラクレスはトロイアス地方に船で上陸すると、自らは最精鋭の者たちとともに都へと進軍し、船の方にはアンピアラオスの息子オイクレスを指揮官として残した。
Λαομέδων δʼ ἀπροσδοκήτου τῆς παρουσίας τῶν πολεμίων γενομένης δύναμιν ἀξιόλογον συναγαγεῖν ἐξεκλείσθη διὰ τὴν ὀξύτητα τῶν καιρῶν, ἀθροίσας δʼ ὅσους ἐδύνατο, μετὰ τούτων ἦλθεν ἐπὶ τὰς ναῦς, ἐλπίζων, εἰ ταύτας ἐμπρήσειε, τέλος ἐπιθήσειν τῷ πολέμῳ.
しかしラオメドーンは、敵の到来が予期せぬものであったため、事態の急迫から、十分な軍勢を招集することを阻まれた。 そこで集められるだけの者たちを集め、彼らとともに船に向かって進んだ。 もし船を焼き払えば、戦争に終止符を打つことができると期待してのことである。
τοῦ δὲ Οἰκλέους ἀπαντήσαντος, ὁ μὲν στρατηγὸς Οἰκλῆς ἔπεσεν, οἱ δὲ λοιποὶ συνδιωχθέντες εἰς τὰς ναῦς ἔφθασαν ἀναπλεύσαντες ἀπὸ τῆς γῆς.
しかしオイクレスが立ち向かったものの、指揮官オイクレスは倒れ、残りの者たちは船へと追い散らされながらも、陸から船出して逃れることに成功した。
§4.32.4Λαομέδων δʼ ἐπανελθὼν καὶ πρὸς τῇ πόλει τοῖς μεθʼ Ἡρακλέους συμβαλὼν αὐτός τε ἔπεσε καὶ τῶν συναγωνιζομένων οἱ πλείους·
一方、ラオメドーンは引き返し、都の近くでヘラクレスの率いる軍勢と交戦したが、自らも倒れ、彼とともに戦った者の大半も討ち死にした。
Ἡρακλῆς δὲ τὴν πόλιν ἑλὼν κατὰ κράτος καὶ πολλοὺς ἐν χειρῶν νόμῳ κατασφάξας, Πριάμῳ τὴν βασιλείαν ἀπέδωκε τῶν Ἰλιαδῶν διὰ τὴν δικαιοσύνην·
ヘラクレスは都を力攻めで陥落させ、多くの者を白兵戦において虐殺したが、プリアモスには、その正義のゆえに、イリオス人の王位を与えた。
§4.32.5οὗτος γὰρ μόνος τῶν υἱῶν τοῦ Λαομέδοντος ἐναντιούμενος τῷ πατρὶ τὰς ἵππους ἀποδοῦναι συνεβούλευσεν τῷ Ἡρακλεῖ κατὰ τὰς ἐπαγγελίας.
というのも、彼だけがラオメドーンの息子たちの中で父親に反対し、約束に従ってヘラクレスに馬たちを引き渡すよう勧めていたからである。
ὁ δʼ Ἡρακλῆς ἐστεφάνωσε Τελαμῶνα ἀριστείοις, δοὺς αὐτῷ τὴν Λαομέδοντος θυγατέρα Ἡσιόνην·
そしてヘラクレスはテラモーンに武功の褒賞を授け、ラオメドーンの娘ヘシオネーを彼に与えた。
οὗτος γὰρ κατὰ τὴν πολιορκίαν πρῶτος βιασάμενος εἰσέπεσεν εἰς τὴν πόλιν, Ἡρακλέους προσβαλόντος κατὰ τὸ καρτερώτατον μέρος τοῦ τείχους τῆς ἀκροπόλεως.
というのも、このテラモーンが包囲戦において、ヘラクレスがアクロポリスの城壁の最も堅固な部分に対して攻撃を仕上がていた際、最初に力づくで都の中に突入したからである。