§4.29.1Τετελεκότος γὰρ αὐτοῦ τοὺς ἄθλους, καὶ τοῦ θεοῦ χρήσαντος συμφέρειν πρὸ τῆς εἰς θεοὺς μεταλλαγῆς ἀποικίαν εἰς Σαρδὼ πέμψαι καὶ τοὺς ἐκ τῶν Θεσπιάδων αὐτῷ γενομένους υἱοὺς ἡγεμόνας ποιῆσαι ταύτης, ἔκρινε τὸν ἀδελφιδοῦν Ἰόλαον ἐκπέμψαι μετὰ τῶν παίδων διὰ τὸ παντελῶς νέους εἷναι.
彼が難業を終え、神々のもとへ移行する前に、サルドーへ植民団を送り、テスピオスの娘たちから生まれた息子たちをその指導者とすることが有益であると神が神託を下したので、ヘラクレスは、子供たちがまだ完全に幼かったために、甥のイオラオスを、子供たちとともに送り出すことを決意した。
§4.29.2ἀναγκαῖον δʼ ἡμῖν φαίνεται προδιελθεῖν περὶ τῆς γενέσεως τῶν παίδων, ἵνα τὸν περὶ τῆς ἀποικίας λόγον καθαρώτερον ἐκθέσθαι δυνηθῶμεν.
子供たちの出生についてあらかじめ述べておくことが、我々にとって必要であると思われる。 それは、植民に関する話をより明確に叙述できるようにするためである。
Θέσπιος ἦν ἀνὴρ τὸ γένος ἐπιφανὴς ἐκ τῶν Ἀθηνῶν, υἱὸς Ἐρεχθέως, βασιλεύων δὲ τῆς ὁμωνύμου χώρας ἐγέννησεν ἐκ πλειόνων γυναικῶν θυγατέρας πεντήκοντα.
テスピオスはアテナイ出身の、家柄の高貴な人物であり、エレクテウスの息子であったが、同名の地を支配し、複数の妻から50人の娘をもうけた。
§4.29.3Ἡρακλέους δʼ ἔτι παιδὸς ὄντος τὴν ἡλικίαν, καὶ ῥώμῃ σώματος ὑπερφυοῦς ὄντος, ἐφιλοτιμήθη τὰς θυγατέρας ἐκ τούτου τεκνοποιήσασθαι.
ヘラクレスが年齢においてはまだ少年であり、肉体の力において並外れていたとき、テスピオスは彼から娘たちに子供を産ませることを切望した。
διὸ καλέσας αὐτὸν ἐπί τινα θυσίαν καὶ λαμπρῶς ἑστιάσας, ἀπέστειλε κατὰ μίαν τῶν θυγατέρων·
それゆえ、彼をある犠牲祭に招いて豪華にもてなした後、娘たちを一人ずつ送り込んだ。
αἷς ἀπάσαις μιγεὶς καὶ ποιήσας ἐγκύους ἐγένετο πατὴρ υἱῶν πεντήκοντα.
彼女たち全員と交わって妊娠させ、ヘラクレスは50人の息子の父親となった。
ὧν λαβόντων τὴν κοινὴν προσηγορίαν ἀπὸ τῶν Θεσπιάδων, καὶ γενομένων ἐνηλίκων, ἔκρινεν ἐκπέμπειν τούτους εἰς τὴν ἀποικίαν τὴν εἰς Σαρδόνα κατὰ τὸν χρησμόν.
彼らはテスピオスの娘たちにちなんだ共通の名称を受け取り、成人したとき、ヘラクレスは神託に従って、彼らをサルドーへの植民へと送り出すことを決意した。
§4.29.4ἡγουμένου δὲ τοῦ στόλου παντὸς Ἰολάου, καὶ συνεστρατευμένου σχεδὸν ἁπάσας τὰς στρατείας, ἐπέτρεψεν αὐτῷ τὰ περὶ τοὺς Θεσπιάδας καὶ τὴν ἀποικίαν τῶν δὲ πεντήκοντα παίδων δύο μὲν κατέμειναν ἐν ταῖς Θήβαις, ὧν τοὺς ἀπογόνους φασὶ μέχρι τοῦ νῦν τιμᾶσθαι, ἑπτὰ δʼ ἐν Θεσπιαῖς, οὓς ὀνομάζουσι δημούχους, ὧν καὶ τοὺς ἀπογόνους ἡγήσασθαί φασι τῆς πόλεως μέχρι τῶν νεωτέρων καιρῶν.
イオラオスが船団全体を率い、また彼のほぼすべての遠征に同行していたので、ヘラクレスは彼にテスピオスの息子たちと植民に関する事柄を委ねた。 50人の子供たちのうち、2人はテーバイに留まり、その子孫は今日に至るまで敬われていると言われている。 また7人はテスピアイに留まり、彼らは「デームーコイ」と呼ばれているが、彼らの子孫もまた、比較的最近の時代に至るまでその都市を指導したと言われている。
§4.29.5τοὺς δὲ λοιποὺς ἅπαντας Ἰόλαος ἀναλαβὼν καὶ πολλοὺς ἄλλους τοὺς βουλομένους κοινωνεῖν τῆς ἀποικίας, ἔπλευσεν εἰς τὴν Σαρδόνα.
イオラオスは残りの者たち全員と、植民に加わりたいと望む他の多くの人々を連れて、サルドーへと出帆した。
κρατήσας δὲ μάχῃ τῶν ἐγχωρίων, κατεκληρούχησε τὸ κάλλιστον τῆς νήσου, καὶ μάλιστα τὴν πεδιάδα χώραν, ἣν μέχρι τοῦ νῦν καλεῖσθαι Ἰολαεῖον.
そして戦闘において先住民を圧倒し、島の最も美しい部分、とりわけ平野部を分配したが、それは今日に至るまで「イオラエイオン」と呼ばれている。
§4.29.6ἐξημερώσας δὲ τὴν χώραν καὶ καταφυτεύσας δένδρεσι καρπίμοις κατεσκεύασε περιμάχητον ἐπὶ τοσοῦτο γὰρ ἡ νῆσος διωνομάσθη τῇ τῶν καρπῶν ἀφθονίᾳ ὥστε Καρχηδονίους ὕστερον αὐξηθέντας ἐπιθυμῆσαι τῆς νήσου, καὶ πολλοὺς ἀγῶνας καὶ κινδύνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι.
彼は土地を開墾し、果樹を植えてそこを誰もが羨むような地にした。 というのも、その島は果実の豊かさによって非常に有名になったため、後に台頭したカルタゴ人たちがその島を熱望し、そのために多くの戦いと危険を経験することになったほどだからである。
ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
しかし、これらの事柄については、適切な時代において記述することにしよう。