§4.23.1μετὰ δὲ ταῦτα βουλόμενος ἐγκυκλωθῆναι πᾶσαν Σικελίαν, ἐποιεῖτο τὴν πορείαν ἀπὸ τῆς Πελωριάδος ἐπὶ τὸν Ἔρυκα.
この後、シケリア全土を一周することを望み、彼はペロリアスからエリュクスへの旅路についた。
διεξιόντος δʼ αὐτοῦ τὴν παράλιον τῆς νήσου, μυθολογοῦσι τὰς Νύμφας ἀνεῖναι θερμὰ λουτρὰ πρὸς τὴν ἀνάπαυσιν τῆς κατὰ τὴν ὁδοιπορίαν αὐτῷ γενομένης κακοπαθείας.
彼がその島の沿岸を通り過ぎているとき、旅の中で彼に生じた疲労を和らげるために、ニンフたちが温水の温泉を湧き出させた、と伝説は伝えている。
τούτων δʼ ὄντων διττῶν, τὰ μὲν Ἱμεραῖα, τὰ δʼ Ἐγεσταῖα προσαγορεύεται, τὴν ὀνομασίαν ἔχοντα ταύτην ἀπὸ τῶν τόπων.
これらは二つあり、一方はヒメラの、他方はエゲスタの温泉と呼ばれ、その場所からこの名を得ている。
§4.23.2τοῦ δʼ Ἡρακλέους πλησιάσαντος τοῖς κατὰ τὸν Ἔρυκα τόποις, προεκαλέσατο αὐτὸν Ἔρυξ εἰς πάλην, υἱὸς ὢν Ἀφροδίτης καὶ Βούτα τοῦ τότε βασιλεύοντος τῶν τόπων.
ヘラクレスがエリュクス近傍の場所に近づいたとき、当時その場所を支配していたアプロディテとブタスの息子であるエリュクスが、彼に格闘の勝負を挑んだ。
γενομένης δὲ τῆς φιλοτιμίας μετὰ προστίμου, καὶ τοῦ μὲν Ἔρυκος διδόντος τὴν χώραν, τοῦ δʼ Ἡρακλέους τὰς βοῦς, τὸ μὲν πρῶτον ἀγανακτεῖν τὸν Ἔρυκα, διότι πολὺ λείπονται τῆς ἀξίας αἱ βόες, συγκρινομένης τῆς χώρας πρὸς αὐτάς·
そして、賭け金を伴う競争となり、エリュクスが土地を、ヘラクレスが牛たちを提供する形で、最初はエリュクスが、土地と比べると牛たちの価値が遥かに劣っているとして憤慨した。
πρὸς ταῦτα δὲ τοῦ Ἡρακλέους ἀποφαινομένου διότι, ταύτας ἂν ἀποβάλῃ, στερήσεται τῆς ἀθανασίας, εὐδοκήσας ὁ Ἔρυξ τῇ συνθήκῃ καὶ παλαίσας ἐλείφθη καὶ τὴν χώραν ἀπέβαλεν.
これに対し、ヘラクレスが、もしこれらを失うならば自分は不死を奪われることになるのだと説明すると、エリュクスはその合意に満足し、格闘したものの敗れて、土地を失った。
§4.23.3ὁ δʼ Ἡρακλῆς τὴν μὲν χώραν παρέθετο τοῖς ἐγχωρίοις, συγχωρήσας αὐτοῖς λαμβάνειν τοὺς καρπούς, μέχρι ἄν τις τῶν ἐκγόνων αὐτοῦ παραγενόμενος ἀπαιτήσῃ·
ヘラクレスはその土地を現地の人々に委ね、彼の自孫の誰かがやって来て要求するまでは、その収穫物を得ることを彼らに許した。
ὅπερ καὶ συνέβη γενέσθαι.
そして、まさにそれが起こることとなった。
πολλαῖς γὰρ ὕστερον γενεαῖς Δωριεὺς ὁ Λακεδαιμόνιος καταντήσας εἰς τὴν Σικελίαν καὶ τὴν χώραν ἀπολαβὼν ἔκτισε πόλιν Ἡράκλειαν.
というのも、多くの世代の後、ラケダイモン人ドリエウスがシケリアに到着して土地を奪い返し、ヘラクレアという都市を創建したからである。
ταχὺ δʼ αὐτῆς αὐξομένης, οἱ Καρχηδόνιοι φθονήσαντες ἅμα καὶ φοβηθέντες μήποτε πλέον ἰσχύσασα τῆς Καρχηδόνος ἀφέληται τῶν Φοινίκων τὴν ἡγεμονίαν, στρατεύσαντες ἐπʼ αὐτὴν μεγάλαις δυνάμεσι καὶ κατὰ κράτος ἑλόντες κατέσκαψαν.
しかし、この都市が急速に成長したため、カルタゴ人たちは嫉妬すると同時に、これがカルタゴ以上の勢力となってフェニキア人の覇権を奪うのではないかと恐れ、大軍を率いてこれに対して遠征し、力ずくでこれを攻略して徹底的に破壊した。
ἀλλὰ περὶ μὲν τούτων τὰ κατὰ μέρος ἐν τοῖς οἰκείοις χρόνοις ἀναγράψομεν.
しかし、これらのことについては、適切な時期において詳細に記述することにする。
§4.23.4τότε δʼ ὁ Ἡρακλῆς ἐγκυκλούμενος τὴν Σικελίαν, καταντήσας εἰς τὴν νῦν οὖσαν τῶν Συρακοσίων πόλιν καὶ πυθόμενος τὰ μυθολογούμενα κατὰ τὴν τῆς Κόρης ἁρπαγήν, ἔθυσέ τε ταῖς θεαῖς μεγαλοπρεπῶς καὶ εἰς τὴν Κυάνην τὸν καλλιστεύοντα τῶν ταύρων καθαγίσας κατέδειξε θύειν τοὺς ἐγχωρίους κατʼ ἐνιαυτὸν τῇ Κόρῃ καὶ πρὸς τῇ Κυάνῃ λαμπρῶς ἄγειν πανήγυρίν τε καὶ θυσίαν.
そのとき、ヘラクレスはシケリアを一周しながら、現在シュラコサイ人の都市となっている場所に到着し、コレーの略奪に関する伝説を耳にして、これら女神たちに厳かに犠牲を捧げ、キュアネの泉において最も美しい牡牛を屠って、毎年コレーのために犠牲を捧げ、キュアネにおいて盛大に祭典と犠牲を執り行うよう現地の住人たちに指示した。
§4.23.5αὐτὸς δὲ μετὰ τῶν βοῶν διὰ τῆς μεσογείου διεξιών, καὶ τῶν ἐγχωρίων Σικανῶν μεγάλαις δυνάμεσιν ἀντιταξαμένων, ἐνίκησεν ἐπιφανεῖ παρατάξει καὶ πολλοὺς ἀπέκτεινεν, ἐν οἷς μυθολογοῦσί τινες καὶ στρατηγοὺς ἐπιφανεῖς γεγενῆσθαι τοὺς μέχρι τοῦ νῦν ἡρωικῆς τιμῆς τυγχάνοντας, Λεύκασπιν καὶ Πεδιακράτην καὶ Βουφόναν καὶ Γλυχάταν, ἔτι δὲ Βυταίαν καὶ Κρυτίδαν.
彼自身は牛たちを連れて内陸部を通り抜け、現地のシカノイ人が大軍を率いて立ち塞がったが、輝かしい会戦においてこれらを破り、多くの者を殺害した。 その中には、今日まで英雄としての栄誉を授けられている高名な将軍たち、すなわちレウカスピス、ペディアクラテス、ブポナス、グリュカタス、さらにビュタイアスとクリティダスも含まれていたと、ある人々は語っている。