Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §4.22.1-4.22.6

南イタリアでのヘラクレスの業績とシケリアへの渡海

258 / 406 箇所 · ギリシア語

要旨

ヘラクレスはアオルノス湖の土木工事を行い、さらにポセイドニアでは傲慢な狩人がアルテミスの罰で死んだ岩を、レギオンとロクリスの境界ではセミが消えた奇跡を訪ね、最後にシケリアへと渡る。

§4.22.1ὁ δʼ Ἡρακλῆς ἐκ τοῦ Φλεγραίου πεδίου κατελθὼν ἐπὶ τὴν θάλατταν κατεσκεύασεν ἔργα περὶ τὴν Ἄορνον ὀνομαζομένην λίμνην, ἱερὰν δὲ Φερσεφόνης νομιζομένην.
ヘラクレスは、フレグライオス平原から海へと下り、ペルセポネに捧げられたものと見なされている、アオルノスと呼ばれる湖の周囲に土木工事を施した。
κεῖται μὲν οὖν ἡ λίμνη μεταξὺ Μισηνοῦ καὶ Δικαιαρχείων, πλησίον τῶν θερμῶν ὑδάτων, ἔχει δὲ τὴν μὲν περίμετρον ὡς πέντε σταδίων, τὸ δὲ βάθος ἄπιστον·
さて、この湖はミセノンとディカイアルケイアの間に位置し、温水の近くにあって、周囲は約五スタディオン、深さは信じがたいほどである。
ἔχουσα γὰρ ὕδωρ καθαρώτατον φαίνεται τῇ χρόᾳ κυανοῦν διὰ τὴν ὑπερβολὴν τοῦ βάθους.
というのも、極めて澄んだ水を有しているため、その並外れた深さのゆえに、色の面では濃い青色に見えるからである。
§4.22.2μυθολογοῦσι δὲ τὸ μὲν παλαιὸν γεγενῆσθαι νεκυομαντεῖον πρὸς αὐτῇ, ὃ τοῖς ὕστερον χρόνοις καταλελύσθαι φασίν.
伝説によれば、古代にはこの湖のそばに死者との交信所があったが、後世になって廃止されたと言われている。
ἀναπεπταμένης δὲ τῆς λίμνης εἰς τὴν θάλατταν, τὸν Ἡρακλέα λέγεται τὸν μὲν ἔκρουν ἐγχῶσαι, τὴν δʼ ὁδὸν τὴν νῦν οὖσαν παρὰ θάλατταν κατασκευάσαι, τὴν ἀπʼ ἐκείνου καλουμένην Ἡρακλείαν.
この湖は海へと開いていたが、ヘラクレスがその流出口を埋め立て、現在海沿いにある道路を建設し、それは彼にちなんでヘラクレイアと呼ばれていると伝えられている。
§4.22.3ταῦτα μὲν οὖν ἔπραξε περὶ ἐκείνους τοὺς τόπους.
ともあれ、彼はこれらの地域でこうしたことを行った。
ἐντεῦθεν δʼ ἀναζεύξας κατήντησε τῆς Ποσειδωνιατῶν χώρας πρός τινα πέτραν, πρὸς ᾗ μυθολογοῦσιν ἴδιόν τι γενέσθαι καὶ παράδοξον.
そこから出発して、彼はポセイドニア人の地の、ある岩のところに到着したが、その近くで奇妙で信じがたい出来事が起こったと語られている。
τῶν γὰρ ἐγχωρίων τινὰ κυνηγὸν ἐν τοῖς κατὰ τὴν θήραν ἀνδραγαθήμασι διωνομασμένον ἐν μὲν τοῖς ἔμπροσθεν χρόνοις εἰωθέναι τῶν ληφθέντων θηρίων τὰς κεφαλὰς καὶ τοὺς πόδας ἀνατιθέναι τῇ Ἀρτέμιδι καὶ προσηλοῦν τοῖς δένδρεσι, τότε δʼ οὖν ὑπερφυῆ κάπρον χειρωσάμενον καὶ τῆς θεοῦ καταφρονήσαντα εἰπεῖν ὅτι τὴν κεφαλὴν τοῦ θηρίου ἑαυτῷ ἀνατίθησι, καὶ τοῖς λόγοις ἀκολούθως ἔκ τινος δένδρου κρεμάσαι ταύτην, αὐτὸν δέ, καυματώδους περιστάσεως οὔσης, κατὰ μεσημβρίαν εἰς ὕπνον τραπῆναι·
というのも、現地の住人の一人である、狩猟における武勇によって名を馳せていた狩人が、以前の時期には、仕留めた獲物の頭や足をアルテミスに捧げ、木々に釘で打ち付けることを習慣としていたが、その時並外れた大きさの野猪を退治した際、この女神を軽蔑して、この獣の頭を自分自身に捧げると言い、その言葉通りにある木からこれを吊るし、自分自身は暑い気候であったため、真昼に眠りについたというのである。
καθʼ ὃν δὴ χρόνον τοῦ δεσμοῦ λυθέντος αὐτομάτως πεσεῖν τὴν κεφαλὴν ἐπὶ τὸν κοιμώμενον καὶ διαφθεῖραι.
まさにその時、紐が自然にほどけたために、頭が眠っている者の上に落下し、彼を死に至らしめた。
§4.22.4ἀλλὰ γὰρ οὐκ ἄν τις θαυμάσειε τὸ γεγονός, ὅτι τῆς θεᾶς ταύτης πολλαὶ περιστάσεις μνημονεύονται περιέχουσαι τὴν κατὰ τῶν ἀσεβῶν τιμωρίαν.
しかし、起こったことに驚く者はいまい。 なぜなら、この女神については、不敬な者たちに対する罰を含む多くの出来事が記憶されているからである。
τῷ δʼ Ἡρακλεῖ διὰ τὴν εὐσέβειαν τοὐναντίον συνέβη γενέσθαι.
しかしヘラクレスには、その敬虔さのゆえに、正反対のことが起こることとなった。
§4.22.5καταντήσαντος γὰρ αὐτοῦ πρὸς τὰ μεθόρια τῆς Ῥηγίνης καὶ Λοκρίδος, καὶ διὰ τὸν ἐκ τῆς ὁδοιπορίας κόπον ἀναπαυομένου, φασὶν ὑπὸ τῶν τεττίγων αὐτὸν ἐνοχλούμενον εὔξασθαι τοῖς θεοῖς ἀφανεῖς γενέσθαι τοὺς ἐνοχλοῦντας αὐτόν·
というのも、彼がレギオンとロクリスの境界地方に到着し、旅の疲労のために休息していたところ、セミたちに煩わされたため、自分を煩わせるものたちが姿を消すよう神々に祈ったと言われているからである。
καὶ διὰ τοῦτο, τῶν θεῶν βεβαιωσάντων τὴν εὐχήν, μὴ μόνον κατὰ τὸ παρὸν ἀφανεῖς γενέσθαι τούτους, ἀλλὰ καὶ κατὰ τὸν ὕστερον χρόνον ἅπαντα μηδένα τέττιγα φαίνεσθαι κατὰ τὴν χώραν.
そしてこのため、神々がその祈りを聞き届けられたので、現在において彼らが姿を消しただけでなく、その後のすべての時代においても、この地域にはセミが一匹も現れないのである。
§4.22.6ὁ δʼ Ἡρακλῆς καταντήσας ἐπὶ τὸν πορθμὸν κατὰ τὸ στενώτατον τῆς θαλάττης τὰς μὲν βοῦς ἐπεραίωσεν εἰς τὴν Σικελίαν, αὐτὸς δὲ ταύρου κέρως λαβόμενος διενήξατο τὸν πόρον, ὄντος τοῦ διαστήματος σταδίων τριῶν καὶ δέκα, ὡς Τίμαιός φησι.
ヘラクレスは海が最も狭くなっている海峡に到着すると、牛たちをシケリアへと渡らせ、自分自身は雄牛の角を掴んでその水路を泳ぎ渡った。 その距離は、ティマイオスが言うには、十三スタディオンであった。

語釈・文法注

  1. 4.22.2ἀναπεπταμένης δὲ τῆς λίμνης — 「湖が(海に)開いていたので」という原因、あるいは「湖が開いている状態で」という状況を表す属格独立構文。
  2. 4.22.3εἰωθέναι τῶν ληφθέντων θηρίων τὰς κεφαλὰς — 先行する動詞 `μυθολογοῦσιν`(彼らは語る)に支配された間接話法の不定詞であり、これに続く一連の不定詞(`εἰπεῖν`, `κρεμάσαι`, `τραπῆναι`, `πεσεῖν`, `διαφθεῖραι`)もすべて同じ構造に属し、話法上の出来事を順に叙述している。
  3. 4.22.5τῶν θεῶν βεβαιωσάντων τὴν εὐχήν — 属格独立構文であり、「神々がその祈りを聞き届けられたので」という原因・前提を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §4.22.1-4.22.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:4.22.1-4.22.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。