§4.20.1οἱ δὲ ταύτην τὴν χώραν οἰκοῦντες Λίγυες νέμονται γῆν τραχεῖαν καὶ παντελῶς λυπράν· τῶν δʼ ἐγχωρίων ταῖς ἐργασίαις καὶ ταῖς τῆς κακοπαθειας ὑπερβολαῖς φέρει καρποὺς πρὸς βίαν ὀλίγους.
この地を住処とするリグリア人たちは、険しく極めて貧しい土地を耕しているが、現地の人々の労働と極限の労苦によって、辛うじてわずかな収穫をもたらすにすぎない。
διὸ καὶ τοῖς ὄγκοις εἰσὶ συνεσταλμένοι καὶ διὰ τὴν συνεχῆ γυμνασίαν εὔτονοι·
それゆえ彼らは体格が引き締まっており、絶えざる鍛錬によって頑健である。
τῆς γὰρ κατὰ τὴν τρυφὴν ῥᾳστώνης πολὺ κεχωρισμένοι ἐλαφροὶ μὲν ταῖς εὐκινησίαις εἰσίν, ἐν δὲ τοῖς πολεμικοῖς ἀγῶσι ταῖς ἀλκαῖς διάφοροι.
贅沢に伴う安逸から遠く離れているため、彼らは機敏で身軽であり、戦闘においてはその剛勇さで傑出している。
§4.20.2καθόλου δὲ τῶν πλησιοχώρων τὸ πονεῖν συνεχῶς ἠσκηκότων, καὶ τῆς χώρας πολλῆς ἐργασίας προσδεομένης, εἰθίκασι τὰς γυναῖκας τῶν κακοπαθειῶν τῶν ἐν ταῖς ἐργασίαις κοινωνοὺς ποιεῖσθαι.
概して、この近隣の人々は絶えず働くことを鍛錬しており、土地もまた多大な労働を必要とするため、労働における苦難に妻たちを参加させることが習慣となっている。
μισθοῦ δὲ παρʼ ἀλλήλοις ἐργαζομένων τῶν τε ἀνδρῶν καὶ τῶν γυναικῶν, ἴδιόν τι καὶ παράδοξον καθʼ ἡμᾶς συνέβη περὶ μίαν γυναῖκα γενέσθαι.
そして男も女も互いに雇われて賃金のために働いているが、我々の時代に、一人の女性に関して極めて特異で信じがたい出来事が起こった。
§4.20.3ἔγκυος γὰρ οὖσα καὶ μετὰ τῶν ἀνδρῶν ἐργαζομένη μισθοῦ, μεταξὺ συνεχομένη ταῖς ὠδῖσιν ἀπῆλθεν εἴς τινας θάμνους ἀθορύβως·
彼女は妊娠中でありながら、男たちとともに賃金のために働いていたが、作業の最中に陣痛に襲われ、静かにどこかの茂みへと立ち去った。
ἐν οἷς τεκοῦσα, καὶ τὸ παιδίον φύλλοις ἐνειλήσασα, τοῦτο μὲν ἀπέκρυψεν, αὐτὴ δὲ συμμίξασα τοῖς ἐργαζομένοις τὴν αὐτὴν ἐκείνοις ὑπέμεινε κακοπάθειαν, οὐδὲν δηλώσασα περὶ τοῦ συμβεβηκότος.
そこで出産し、赤子を木の葉で包むと、これを隠し、自身は作業者たちのもとに戻って、何が起こったのかを一切明かすことなく、彼らと同じ苦役を持ちこたえた。
τοῦ βρέφους δὲ κλαυθμυριζομένου, καὶ τῆς πράξεως φανερᾶς γενομένης, ὁ μὲν ἐφεστηκὼς οὐδαμῶς ἠδύνατο πεῖσαι παύσασθαι τῶν ἔργων·
しかし、赤子が泣き声を上げ、出来事が明るみに出ると、監督者は彼女に仕事を辞めさせようとしたが、どうしても説得することができなかった。
ἡ δʼ οὐ πρότερον ἀπέστη τῆς κακοπαθείας, ἕως ὁ μισθωσάμενος ἐλεήσας καὶ τὸν μισθὸν ἀποδοὺς ἀπέλυσε τῶν ἔργων.
彼女は、雇い主が彼女を憐れみ、賃金を支払って仕事から解放してやるまで、その苦役を決して辞めなかったのである。