Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.63.1-3.63.5

複数のディオニュソス説とインドのディオニュソス

224 / 406 箇所 · ギリシア語

要旨

神話作家たちの間でディオニュソスが単一の存在か複数の存在かで意見が分かれていることを示し、そのうち最も古い「インドのディオニュソス」によるブドウ・果樹の栽培の創始や世界遠征などの事績を説明する。

§3.63.1τῶν δὲ μυθογράφων οἱ σωματοειδῆ τὸν θεὸν παρεισάγοντες τὴν μὲν εὕρεσιν τῆς ἀμπέλου καὶ φυτείαν καὶ πᾶσαν τὴν περὶ τὸν οἶνον πραγματείαν συμφώνως αὐτῷ προσάπτουσι, περὶ δὲ τοῦ πλείους γεγονέναι Διονύσους ἀμφισβητοῦσιν.
神話作家たちのうち、この神を身体を持った姿として描く人々は、ブドウの木の発見と栽培、およびワインに関するすべての活動を一致して彼に帰しているが、複数のディオニュソスが存在したか否かについては議論を戦わせている。
§3.63.2ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσθαι τόν τε καταδείξαντα τὰ κατὰ τὰς οἰνοποιίας καὶ συγκομιδὰς τῶν ξυλίνων καλουμένων καρπῶν καὶ τὸν στρατευσάμενον ἐπὶ πᾶσαν τὴν οἰκουμένην, ἔτι δὲ τὸν τὰ μυστήρια καὶ τελετὰς καὶ βακχείας εἰσηγησάμενον·
というのも、ある人々は、ワイン作りや、いわゆる「樹木の果実」の収穫法を示した人物、居住世界全体に遠征した人物、さらには秘儀や祭儀やバッコス的狂乱を導入した人物は、同一の、ただ一人の人物であったと主張しているからである。
ἔνιοι δέ, καθάπερ προεῖπον, τρεῖς ὑποστησάμενοι γεγονέναι κατὰ διεστηκότας χρόνους, ἑκάστῳ προσάπτουσιν ἰδίας πράξεις·
しかし他の人々は、私が前に述べたように、異なる時代に三人の人物が存在したと仮定し、それぞれに固有の事績を帰している。
§3.63.3καί φασι τὸν μὲν ἀρχαιότατον Ἰνδὸν γεγονέναι, καὶ τῆς χώρας αὐτομάτως διὰ τὴν εὐκρασίαν φερούσης πολλὴν ἄμπελον πρῶτον τοῦτον ἀποθλῖψαι βότρυας καὶ τὴν χρείαν τῆς περὶ τὸν οἶνον φύσεως ἐπινοῆσαι, ὁμοίως δὲ καὶ τῶν σύκων καὶ τῶν ἄλλων ἀκροδρύων τὴν καθήκουσαν ἐπιμέλειαν ποιήσασθαι, καὶ καθόλου τὰ πρὸς τὴν συγκομιδὴν καὶ παράθεσιν τούτων τῶν καρπῶν ἐπινοῆσαι.
そして、最も古い者はインド人であり、その土地が気候の温暖さのゆえに自発的に多くのブドウをもたらしたため、この者が最初にブドウの房を搾り、ワインに関する性質の実用方法を考案し、同様にイチジクやその他の木の実の適切な手入れを行い、総じてこれらの果実の収穫と貯蔵の方法を考案したのだと言っている。
τὸν αὐτὸν δὲ καὶ καταπώγωνα λέγουσι γενέσθαι διὰ τὸ τοῖς Ἰνδοῖς νόμιμον εἶναι μέχρι τῆς τελευτῆς ἐπιμελῶς ὑποτρέφειν τοὺς πώγωνας.
また、この同じ人物が豊かな髭を蓄えていたと言われているのは、インド人にとって死ぬまで入念に髭を伸ばし続けることが慣習であるためである。
§3.63.4τὸν δʼ οὖν Διόνυσον ἐπελθόντα μετὰ στρατοπέδου πᾶσαν τὴν οἰκουμένην διδάξαι τήν τε φυτείαν τῆς ἀμπέλου καὶ τὴν ἐν ταῖς ληνοῖς ἀπόθλιψιν τῶν βοτρύων· ἀφʼ οὗ Ληναῖον αὐτὸν ὀνομασθῆναι.
ともかく、このディオニュソスは軍勢を率いて居住世界全体を巡り、ブドウの木の栽培と、圧搾桶におけるブドウの房の搾り方を人々に教え、このことに由来して彼が「レナイオス」と名付けられたのだという。
ὁμοίως δὲ καὶ τῶν ἄλλων εὑρημάτων μεταδόντα πᾶσι τυχεῖν αὐτὸν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν ἀθανάτου τιμῆς παρὰ τοῖς εὖ παθοῦσιν.
同様に、彼は他の発見をもすべての人々に分け与えたので、人間界を去った後、恩恵を受けた人々から不滅の栄誉を授かることになった。
§3.63.5δείκνυσθαι δὲ παρʼ Ἰνδοῖς μέχρι τοῦ νῦν τόν τε τόπον ἐν ᾧ συνέβη γενέσθαι τὸν θεὸν καὶ προσηγορίας πόλεων ἀπʼ αὐτοῦ κατὰ τὴν τῶν ἐγχωρίων διάλεκτον· καὶ πολλὰ ἕτερα διαμένειν ἀξιόλογα τεκμήρια τῆς παρʼ Ἰνδοῖς γενέσεως, περὶ ὧν μακρὸν ἂν εἴη γράφειν.
また、インド人の間では今日に至るまで、この神が誕生した場所や、現地の言葉で彼に由来する都市の名称が示されており、インドでの誕生を示す、他にも多くの注目すべき証拠が残っているが、それらについて書き記すことは長くなるであろう。

語釈・文法注

  1. 3.63.1τῶν δὲ μυθογράφων οἱ σωματοειδῆ τὸν θεὸν παρεισάγοντες — 部分属格 τῶν δὲ μυθογράφων が、主語である冠詞付き分詞句 οἱ ... παρεισάγοντες の前方に置かれ、前章の自然学的解釈を行う人々との対比を強調している。
  2. 3.63.2ἔνιοι μὲν γὰρ ἕνα καὶ τὸν αὐτὸν ἀποφαίνονται γενέσθαι — ἀποφαίνονται は不定詞 γενέσθαι を伴い、「〜であると言明する(主張する)」の意。その述語(同一の人物 ἕνα καὶ τὸν αὐτὸν)の具体的な身元が、後続する対格の冠詞付き分詞句の並列(τόν τε καταδείξαντα ... καὶ τὸν στρατευσάμενον ... ἔτι δὲ τὸν ... εἰσηγησάμενον)によって示されている。
  3. 3.63.3τῆς χώρας αὐτομάτως διὰ τὴν εὐκρασίαν φερούσης πολλὴν ἄμπελον — 属格独立構文(genitive absolute)であり、原因「その土地が温暖さのゆえに多くのブドウを自然にもたらしたので」を表す。
  4. 3.63.3τὸν αὐτὸν δὲ καὶ καταπώγωνα λέγουσι γενέσθαι — 伝聞を表す λέγουσι(彼らは言う)に導かれた対格不定詞構文(accusative with infinitive)。意味上の主語 τὸν αὐτόν(この同じ人物が)と、述語名詞 καταπώγωνα(豊かな髭を生やした者であったと)はいずれも対格になっている。
  5. 3.63.4ἀφʼ οὗ Ληναῖον αὐτὸν ὀνομασθῆναι — 関係代名詞を用いて結果・理由を表す関係節だが、伝聞の間接話法が継続しているため、関係節内の動詞が不定詞 ὀνομασθῆναι(受動不定詞)になっている。
  6. 3.63.5περὶ ὧν μακρὸν ἂν εἴη γράφειν — 潜在の希求法(ἄν + 希求法 εἴη)を用いた、著者自身による主観的な挿入文。不定詞 γράφειν が、述語形容詞 μακρόν(長い、冗長な)に対する実質的な主語として機能している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.63.1-3.63.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.63.1-3.63.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。