§3.62.1ἡμεῖς δʼ ἐπεὶ προειρήκαμεν ἐν τοῖς Αἰγυπτιακοῖς περὶ τῆς τοῦ Διονύσου γενέσεως καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων ἀκολούθως ταῖς ἐγχωρίοις ἱστορίαις, οἰκεῖον εἶναι διαλαμβάνομεν προσθεῖναι τὰ μυθολογούμενα περὶ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησι.
我々は、エジプトの出来事において、ディオニュソスの誕生と彼によってなされた事績について地元の歴史に則ってすでに述べたので、この神に関してギリシア人の間で語られている神話を付け加えるのが適切であると考える。
§3.62.2τῶν δὲ παλαιῶν μυθογράφων καὶ ποιητῶν περὶ Διονύσου γεγραφότων ἀλλήλοις ἀσύμφωνα καὶ πολλοὺς καὶ τερατώδεις λόγους καταβεβλημένων, δυσχερές ἐστιν ὑπὲρ τῆς γενέσεως τοῦ θεοῦ τούτου καὶ τῶν πράξεων καθαρῶς εἰπεῖν.
古代の神話作家や詩人たちがディオニュソスについて互いに一致しない、数多くの驚くべき物語を書き残しているため、この神の誕生と事績について明確に語ることは困難である。
οἱ μὲν γὰρ ἕνα Διόνυσον, οἱ δὲ τρεῖς γεγονέναι παραδεδώκασιν, εἰσὶ δʼ οἱ γένεσιν μὲν τούτου ἀνθρωπόμορφον μὴ γεγονέναι τὸ παράπαν ἀποφαινόμενοι, τὴν δὲ τοῦ οἴνου δόσιν Διόνυσον εἶναι νομίζοντες.
ある人々は一人の、他の人々は三人のディオニュソスが生まれたと伝えており、またある人々は、この神の誕生はそもそも人間の姿では全く行われず、ワインの贈りものそのものがディオニュソスであると考えていると表明している。
§3.62.3διόπερ ἡμεῖς τῶν παρʼ ἑκάστοις λεγομένων τὰ κεφάλαια πειρασόμεθα συντόμως ἐπιδραμεῖν.
それゆえ我々は、それぞれの間で語られていることの要点を手短に要約することを試みる。
οἱ τοίνυν φυσιολογοῦντες περὶ τοῦ θεοῦ τούτου καὶ τὸν ἀπὸ τῆς ἀμπέλου καρπὸν Διόνυσον ὀνομάζοντές φασι τὴν γῆν αὐτομάτως μετὰ τῶν ἄλλων φυτῶν ἐνεγκεῖν τὴν ἄμπελον, ἀλλʼ οὐκ ἐξ ἀρχῆς ὑπό τινος εὑρετοῦ φυτευθῆναι.
そこで、この神について自然学的な解釈を行い、ブドウの果実をディオニュソスと呼んでいる人々は、大地が他の植物とともに自発的にブドウの木をもたらしたのであって、最初から誰か特定の発見者によって植えられたのではないと主張している。
§3.62.4τεκμήριον δʼ εἶναι τούτου τὸ μέχρι τοῦ νῦν ἐν πολλοῖς τόποις ἀγρίας ἀμπέλους φύεσθαι, καὶ καρποφορεῖν αὐτὰς παραπλησίως ταῖς ὑπὸ τῆς ἀνθρωπίνης ἐμπειρίας χειρουργουμέναις.
この証拠となるのは、今日に至るまで多くの場所で野生のブドウが自生しており、それらが人間の経験によって手入れされているものとほぼ同様に実を結ぶことである。
§3.62.5διμήτορα δὲ τὸν Διόνυσον ὑπὸ τῶν παλαιῶν ὠνομάσθαι, μιᾶς μὲν καὶ πρώτης γενέσεως ἀριθμουμένης ὅταν τὸ φυτὸν εἰς τὴν γῆν τεθὲν λαμβάνῃ τὴν αὔξησιν, δευτέρας δʼ ὅταν βρίθῃ καὶ τοὺς βότρυς πεπαίνῃ, ὥστε τὴν μὲν ἐκ γῆς, τὴν δʼ ἐκ τῆς ἀμπέλου γένεσιν τοῦ θεοῦ νομίζεσθαι.
また、ディオニュソスが古代の人々から「二人の母を持つ者」と呼ばれたのは、植物が土に植えられて成長を始める時を第一の誕生と数え、実がたわわに実ってブドウの房が成熟する時を第二の誕生と数えるためであり、これによって、一方の誕生は大地から、他方の誕生はブドウの木から生じる神の誕生とみなされるからである。
§3.62.6παραδεδωκότων δὲ τῶν μυθογράφων καὶ τρίτην γένεσιν, καθʼ ἥν φασι τὸν θεὸν ἐκ Διὸς καὶ Δήμητρος τεκνωθέντα διασπασθῆναι μὲν ὑπὸ τῶν γηγενῶν καὶ καθεψηθῆναι, πάλιν δʼ ὑπὸ τῆς Δήμητρος τῶν μελῶν συναρμοσθέντων ἐξ ἀρχῆς νέον γεννηθῆναι, εἰς φυσικάς τινας αἰτίας μετάγουσι τοὺς τοιούτους λόγους.
さらに神話作家たちは第三の誕生をも伝えており、それによれば、この神はゼウスとデメテルから生まれ、大地の子供たちによって八つ裂きにされて煮沸されたが、再びデメテルによって四肢が繋ぎ合わされ、最初から若々しく生まれ変わったとされる。 彼らはこのような物語を、いくつかの自然の物理的な原因に結びつけて説明している。
§3.62.7Διὸς μὲν γὰρ καὶ Δήμητρος αὐτὸν λέγεσθαι διὰ τὸ τὴν ἄμπελον ἔκ τε γῆς καὶ ὄμβρων λαμβάνουσαν τὴν αὔξησιν καρποφορεῖν τὸν ἐκ τοῦ βότρυος ἀποθλιβόμενον οἶνον·
彼らが言うには、彼がゼウスとデメテルの子と言われるのは、ブドウの木が大地と雨から成長を得て、ブドウの房から搾り出されるワインを実らせるからである。
τὸ δʼ ὑπὸ τῶν γηγενῶν νέον ὄντα διασπασθῆναι δηλοῦν τὴν ὑπὸ τῶν γεωργῶν συγκομιδὴν τῶν καρπῶν, τὴν δὲ καθέψησιν τῶν μελῶν μεμυθοποιῆσθαι διὰ τὸ τοὺς πλείστους ἕψειν τὸν οἶνον καὶ μίσγοντας εὐωδεστέραν αὐτοῦ καὶ βελτίονα τὴν φύσιν κατασκευάζειν·
また、若くして大地の子供たちに八つ裂きにされるということは、農夫たちによる果実の収穫を意味している。 そして、その四肢を煮るという話が神話化されたのは、多くの人々がワインを煮て、混ぜ合わせることにより、その性質をより香りがよく優れたものにするからである。
τὸ δὲ τὰ ὑπὸ τῶν γηγενῶν λυμανθέντα τῶν μελῶν ἁρμοσθέντα πάλιν ἐπὶ τὴν προγεγενημένην φύσιν ἀποκαθίστασθαι παρεμφαίνειν ὅτι πάλιν ἡ γῆ τὴν τρυγηθεῖσαν ἄμπελον καὶ τμηθεῖσαν ταῖς κατʼ ἔτος ὥραις εἰς τὴν προϋπάρξασαν ἐν τῷ καρποφορεῖν ἀκμὴν ἀποκαθίστησι.
大地の子供たちによって損なわれた四肢が再び繋ぎ合わされて元の状態に回復することは、収穫され剪定されたブドウの木を、大地が毎年の季節の巡りによって、結実期の元の全盛状態へと再び回復させることを示唆している。
καθόλου γὰρ ὑπὸ τῶν ἀρχαίων ποιητῶν καὶ μυθογράφων τὴν Δήμητραν γῆν μητέρα προσαγορεύεσθαι.
というのも、総じて古代の詩人や神話作家たちによって、デメテルは「母なる大地」と呼ばれているからである。
§3.62.8σύμφωνα δὲ τούτοις εἶναι τά τε δηλούμενα διὰ τῶν Ὀρφικῶν ποιημάτων καὶ τὰ παρεισαγόμενα κατὰ τὰς τελετάς, περὶ ὧν οὐ θέμις τοῖς ἀμυήτοις ἱστορεῖν τὰ κατὰ μέρος.
これらと一致しているのは、オルフェウスの詩を通じて開示されている事柄や、秘儀の際に導入されている儀礼であり、これらについては、入信していない者たちに詳細を伝えることは許されていない。
§3.62.9ὁμοίως δὲ καὶ τὴν ἐκ Σεμέλης γένεσιν εἰς φυσικὰς ἀρχὰς ἀνάγουσιν, ἀποφαινόμενοι Θυώνην ὑπὸ τῶν ἀρχαίων τὴν γῆν ὠνομάσθαι, καὶ τεθεῖσθαι τὴν προσηγορίαν Σεμέλην μὲν ἀπὸ τοῦ σεμνὴν εἶναι τῆς θεοῦ ταύτης τὴν ἐπιμέλειαν καὶ τιμήν, Θυώνην δʼ ἀπὸ τῶν θυομένων αὐτῇ θυσιῶν καὶ θυηλῶν.
同様に彼らは、セメレからの誕生をも自然の原理に帰着させており、古代の人々によって大地がテュオネと呼ばれていたと言明し、その呼称のうち、セメレは、この女神に対する崇拝と崇敬が厳かであることから名付けられ、テュオネは、彼女に捧げられる犠牲や供物に由来して名付けられたのだと主張している。
§3.62.10δὶς δʼ αὐτοῦ τὴν γένεσιν ἐκ Διὸς παραδεδόσθαι διὰ τὸ δοκεῖν μετὰ τῶν ἄλλων ἐν τῷ κατὰ τὸν Δευκαλίωνα κατακλυσμῷ φθαρῆναι καὶ τούτους τοὺς καρπούς, καὶ μετὰ τὴν ἐπομβρίαν πάλιν ἀναφύντων ὡσπερεὶ δευτέραν ἐπιφάνειαν ταύτην ὑπάρξαι τοῦ θεοῦ παρʼ ἀνθρώποις, καθʼ ἣν ἐκ τοῦ Διὸς μηροῦ γενέσθαι πάλιν τὸν θεὸν μεμυθοποιῆσθαι.
また、彼がゼウスから二度誕生したと伝えられているのは、デウカリオンの時代の洪水の際に、他のすべてのものと同様にこれらの果実も滅びたとみられたからであり、大雨の後に再びそれらが成長した時、これが人間たちの間での神のいわば第二の顕現となり、その際、神が再びゼウスの太腿から生まれたと神話化されたからである。
οἱ μὲν οὖν τὴν χρείαν καὶ δύναμιν τοῦ κατὰ τὸν οἶνον εὑρήματος ἀποφαινόμενοι Διόνυσον ὑπάρχειν τοιαῦτα περὶ αὐτοῦ μυθολογοῦσι.
さて、ワインという発明の有用性と力こそがディオニュソスであると言明する人々は、彼についてこのような神話を語っている。