Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.64.1-3.64.7

第二と第三のディオニュソスの事績と伝承

225 / 406 箇所 · ギリシア語

要旨

第二のディオニュソスによる農耕の創始と、第三のディオニュソスの誕生神話から世界遠征、文明化の事績について語られる。

§3.64.1δεύτερον δὲ μυθολογοῦσι γενέσθαι Διόνυσον ἐκ Διὸς καὶ Φερσεφόνης, ὡς δέ τινες, ἐκ Δήμητρος.
第二に、彼らはディオニュソスがゼウスとペルセポネから、あるいは人々によってはデメテルから生まれたと神話化して語る。
τοῦτον δὲ παρεισάγουσι πρῶτον βοῦς ὑπʼ ἄροτρον ζεῦξαι, τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων.
彼らは、この者が最初に牛を犁の下に繋いだと紹介しているが、それ以前には人間は手で地を耕していたのである。
πολλὰ δὲ καὶ ἄλλα φιλοτέχνως ἐπινοῆσαι τῶν πρὸς τὴν γεωργίαν χρησίμων, διʼ ὧν ἀπολυθῆναι τοὺς ὄχλους τῆς πολλῆς κακοπαθείας·
また農業に有用な多くの他のものをも工夫を凝して考案し、それによって大衆は多大な苦難から解放された。
§3.64.2ἀνθʼ ὧν τοὺς εὖ παθόντας ἀπονεῖμαι τιμὰς ἰσοθέους αὐτῷ καὶ θυσίας, προθύμως ἁπάντων ἀνθρώπων διὰ τὸ μέγεθος τῆς εὐεργεσίας ἀπονειμάντων τὴν ἀθανασίαν.
それゆえに、恩恵を受けた人々は彼に神に等しい栄誉と犠牲を捧げ、その恩恵の大きさのゆえにすべての人間が熱心に不滅の栄誉を授けたのである。
παράσημον δʼ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας, ἅμα μὲν δηλοῦντας ἑτέραν Διονύσου φύσιν, ἅμα δὲ ἀπὸ τῆς περὶ τὸ ἄροτρον εὑρέσεως ἐμφαίνοντας τὸ μέγεθος τῆς ἐπινοηθείσης τοῖς γεωργοῖς εὐχρηστίας.
また、絵画や像を製作する者たちは、彼に角を特徴として付したが、これは一方でディオニュソスのもう一つの本性を表すと同時に、他方で犁の発見から、農民たちのために考案された実用性の大きさを明示している。
§3.64.3τρίτον δὲ γενέσθαι Διόνυσόν φασιν ἐν Θήβαις ταῖς Βοιωτίαις ἐκ Διὸς καὶ Σεμέλης τῆς Κάδμου.
第三のディオニュソスは、ボイオティアのテーバイにおいてゼウスとカドモスの娘セメレから生まれたと人々は言う。
μυθολογοῦσι γὰρ ἐρασθέντα Δία μιγῆναι πλεονάκις αὐτῇ διὰ τὸ κάλλος, τὴν δʼ Ἥραν ζηλοτυποῦσαν καὶ βουλομένην τιμωρίᾳ περιβαλεῖν τὴν ἄνθρωπον, ὁμοιωθῆναι μέν τινι τῶν ἀποδοχῆς τυγχανουσῶν παρʼ αὐτῇ γυναικῶν, παρακρούσασθαι δὲ τὴν Σεμέλην·
すなわち、彼らが語る神話によれば、ゼウスは彼女の美しさのために恋に落ち、何度も彼女と交わったが、ヘラは嫉妬し、その人間の女を処罰にかけようと望んで、セメレに歓迎されている女の一人に自らを似せ、セメレを欺いた。
§3.64.4εἰπεῖν γὰρ πρὸς αὐτὴν ὅτι καθῆκον ἦν τὸν Δία μετὰ τῆς αὐτῆς ἐπιφανείας τε καὶ τιμῆς ποιεῖσθαι τὴν ὁμιλίαν ᾗπερ χρᾶται κατὰ τὴν πρὸς τὴν Ἥραν συμπεριφοράν.
というのも、ヘラはセメレに対して、ゼウスがヘラと交際する際にもちいるのと同じ顕現と栄誉をもって交わりを行うのがふさわしいと言ったからである。
διὸ καὶ τὸν μὲν Δία, τῆς Σεμέλης ἀξιούσης τυγχάνειν τῶν ἴσων Ἥρᾳ τιμῶν, παραγενέσθαι μετὰ βροντῶν καὶ κεραυνῶν, τὴν δὲ Σεμέλην οὐχ ὑπομείνασαν τὸ μέγεθος τῆς περιστάσεως τελευτῆσαι καὶ τὸ βρέφος ἐκτρῶσαι πρὸ τοῦ καθήκοντος χρόνου.
それゆえ、セメレがヘラと等しい栄誉を得ることを要求したので、ゼウスは雷鳴と稲妻を伴って現れたが、セメレはそのただならぬ事態の凄まじさに耐えられずに死亡し、しかるべき時期の前に胎児を流産した。
§3.64.5καὶ τοῦτο μὲν τὸν Δία ταχέως εἰς τὸν ἑαυτοῦ μηρὸν ἐγκρύψαι·
そしてゼウスは速やかにこの胎児を己の太腿の中に隠した。
μετὰ δὲ ταῦτα τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν λελείαν αὔξησιν ποιήσαντος ἀπενεγκεῖν τὸ βρέφος εἰς Νῦσαν τῆς Ἀραβίας.
その後、自然な誕生の時期が順調な成長を完了させたとき、その幼児をアラビアのニュサへと運び去った。
§3.64.6ἐνταῦθα δʼ ὑπὸ νυμφῶν τραφέντα τὸν παῖδα προσαγορευθῆναι μὲν ἀπὸ τοῦ πατρὸς καὶ τοῦ τόπου Διόνυσον, γενόμενον δὲ τῷ κάλλει διάφορον τὸ μὲν πρῶτον ἐν χορείαις καὶ γυναικῶν θιάσοις καὶ παντοδαπῇ τρυφῇ καὶ παιδιᾷ διατελεῖν·
そこでニンフたちによって育てられたその子は、父と場所にちなんでディオニュソスと名付けられ、容姿の美しさにおいて際立っていたが、最初は舞踊や女たちの信者集団、あらゆる贅沢や遊戯の中で過ごしていた。
μετὰ δὲ ταῦτα στρατόπεδον ἐκ τῶν γυναικῶν συναγαγόντα καὶ θύρσοις καθοπλίσαντα στρατείαν ἐπὶ πᾶσαν ποιήσασθαι τὴν οἰκουμένην.
しかしその後、女たちからなる軍勢を集め、テュルソスの杖で武装させて、居住世界全体への遠征を行った。
§3.64.7καταδεῖξαι δὲ καὶ τὰ περὶ τὰς τελετὰς καὶ μεταδοῦναι τῶν μυστηρίων τοῖς εὐσεβέσι τῶν ἀνθρώπων καὶ δίκαιον βίον ἀσκοῦσι, πρὸς δὲ τούτοις πανταχοῦ πανηγύρεις ἄγειν καὶ μουσικοὺς ἀγῶνας συντελεῖν, καὶ τὸ σύνολον συλλύοντα τὰ νείκη τῶν ἐθνῶν καὶ πόλεων ἀντὶ τῶν στάσεων καὶ τῶν πολέμων ὁμόνοιαν καὶ πολλὴν εἰρήνην κατασκευάζειν.
また、彼は祭儀に関する事柄を示し、信心深く正しい生活を営む人々に秘儀を分け与え、これらに加えて、いたるところで祝祭を催し、音楽の競技会を執り行い、要するに、諸民族や都市の争いを解決し、内紛や戦争の代わりに調和と大いなる平和をもたらした。

語釈・文法注

  1. §3.64.1τὸ πρὸ τοῦ ταῖς χερσὶ τῶν ἀνθρώπων τὴν γῆν κατεργαζομένων — τὸ πρὸ τοῦ は「それより前のことには」という副詞句として機能し、そこに属格独立構文(τῶν ἀνθρώπων... κατεργαζομένων)が後続している。全体として「それ以前は、人々が手で地を耕していたのに対して」という意味を表す。
  2. §3.64.2παράσημον δʼ αὐτῷ ποιῆσαι κέρατα τοὺς κατασκευάζοντας τὰς γραφὰς ἢ τοὺς ἀνδριάντας — 不定詞 ποιῆσαι の意味上の主語は対格の名詞句 τοὺς κατασκευάζοντας...(絵画や彫像を作る者たち)であり、κέρατα(角を)は直接目的語、παράσημον(特徴・目印として)は述語的対格である。「絵や像の製作者たちが、彼に角を特徴として付した」と解釈される。
  3. §3.64.5τοῦ κατὰ φύσιν τῆς γενέσεως χρόνου τὴν λελείαν αὔξησιν ποιήσαντος — τοῦ ... χρόνου ... ποιήσαντος は属格独立構文。λελείαν は λειαίνω(平らにする、滑らかにする)の完了受動分詞に由来するか、あるいは λεῖος(滑らかな)の派生形容詞で、女性単数対格として αὔξησιν(成長)を修飾する。「自然な誕生の時期が、順調な(滑らかな)成長をもたらしたとき」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.64.1-3.64.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.64.1-3.64.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。