Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.59.1-3.59.8

キュベレの狂乱とアポロンとマルシュアスの音楽競技

220 / 406 箇所 · ギリシア語

要旨

キュベレは恋人アッティスと乳母たちの死に狂乱して国中を彷徨い、マルシュアスがそれに同行する。マルシュアスはアポロンと音楽の技を競うが、歌を交えたアポロンに敗れて生きたまま皮を剥がれ、のちにフリュギアでは神託に従い二人が神として祀られる。

§3.59.1διόπερ ἀναχθείσης αὐτῆς εἰς τὰ βασίλεια, καὶ τοῦ πατρὸς τὸ μὲν πρῶτον ὡς παρθένον προσδεξαμένου, μετὰ δὲ ταῦτα γνόντος τὴν φθοράν, καὶ τὰς τε τροφοὺς καὶ τὸν Ἄττιν ἀνελόντος καὶ τὰ σώματα ἐκρίψαντος ἄταφα, φασὶ τὴν Κυβέλην διὰ τὴν πρὸς τὸ μειράκιον φιλοστοργίαν καὶ τὴν ἐπὶ ταῖς τροφοῖς λύπην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι.
それゆえ、彼女が宮廷に連れ戻され、父親が最初は彼女を乙女として受け入れたものの、その後に処女喪失を知り、乳母たちとアッティスを殺害してその遺体を葬ることもせず投げ捨てたため、キュベレはその若者への深い慈愛と乳母たちに対する悲しみから狂気となって地方へと飛び出していったと人々は言っている。
καὶ ταύτην μὲν ὀλολύζουσαν καὶ τυμπανίζουσαν μόνην ἐπιέναι πᾶσαν χώραν, λελυμένην τὰς τρίχας, τὸν δὲ Μαρσύαν ἐλεοῦντα τὸ πάθος ἑκουσίως αὐτῇ συνακολουθεῖν καὶ συμπλανᾶσθαι διὰ τὴν προϋπάρχουσαν φιλίαν.
そして彼女は叫び声をあげ、太鼓を叩きながら、髪を振り乱して、独りで国中を巡り歩いたが、マルシュアスは彼女の苦難を憐れみ、以前からの友情のために自発的に彼女に従い、ともに彷徨ったという。
§3.59.2παραγενομένους δʼ αὐτοὺς πρὸς Διόνυσον εἰς τὴν Νῦσαν καταλαβεῖν τὸν Ἀπόλλω τυγχάνοντα μεγάλης ἀποδοχῆς διὰ τὴν κιθάραν, ἣν Ἑρμῆν εὑρεῖν φασιν, Ἀπόλλωνα δὲ πρῶτον αὐτῇ κατὰ τρόπον χρῆσθαι·
そして彼らがニュサのディオニュソスのもとにやって来たとき、アポロンがキタラによって大いなる称賛を得ているのに出会った。 そのキタラはヘルメスが発明したと人々は言うが、アポロンが最初にそれを適切に用いたのである。
ἐρίζοντος δὲ τοῦ Μαρσύου πρὸς τὸν Ἀπόλλω περὶ τῆς τέχνης, καὶ τῶν Νυσαίων ἀποδειχθέντων δικαστῶν, τὸν μὲν Ἀπόλλωνα πρῶτον κιθαρίσαι ψιλήν, τὸν δὲ Μαρσύαν ἐπιβαλόντα τοῖς αὐλοῖς καταπλῆξαι τὰς ἀκοὰς τῷ ξενίζοντι, καὶ διὰ τὴν εὐμέλειαν δόξαι πολὺ προέχειν τοῦ προηγωνισμένου.
マルシュアスがアポロンとその技術をめぐって争い、ニュサの人々が裁判官に任命されたとき、アポロンはまず歌なしでキタラを弾き、一方、マルシュアスは縦笛を取り上げて、その斬新な響きで彼らの耳を驚嘆させ、その旋律の美しさによって、先に競った者(アポロン)をはるかに凌駕していると思われた。
§3.59.3συντεθειμένων δʼ αὐτῶν παρʼ ἄλληλα τοῖς δικασταῖς ἐπιδείκνυσθαι τὴν τέχνην, τὸν μὲν Ἀπόλλωνά φασιν ἐπιβαλεῖν τὸ δεύτερον ἁρμόττουσαν τῷ μέλει τῆς κιθάρας ᾠδήν, καθʼ ἣν ὑπερβαλέσθαι τὴν προϋπάρξασαν τῶν αὐλῶν ἀποδοχήν·
そして彼らが裁判官たちにその技術を示すべく、互いに競い合うことになったとき、アポロンは二度目にはキタラの旋律に調和する歌を加えたが、それによって、彼は先ほどの縦笛に対する好評を上回ったと人々は言う。
τὸν δὲ πρότερον ἀγανακτήσαντα διδάσκειν τοὺς ἀκροατὰς ὅτι παρὰ πᾶν τὸ δίκαιον αὐτὸς ἐλαττοῦται·
前者(マルシュアス)は憤慨して、自分は全く正義に反して不利な立場に置かれていると聴衆に説いた。
δεῖν γὰρ γίνεσθαι τέχνης σύγκρισιν, οὐ φωνῆς, καθʼ ἣν προσήκει τὴν ἁρμονίαν καὶ τὸ μέλος ἐξετάζεσθαι τῆς κιθάρας καὶ τῶν αὐλῶν·
なぜなら、声ではなく技術の比較がなされるべきであり、それに照らしてキタラと縦笛の調和と旋律が吟味されるべきだからである。
καὶ πρὸς τούτοις ἄδικον εἶναι δύο τέχνας ἅμα πρὸς μίαν συγκρίνεσθαι.
さらにこれに加えて、二つの技術を同時に一つの技術と比較することは不公平である。
τὸν δὲ Ἀπόλλω μυθολογοῦσιν εἰπεῖν ὡς οὐδὲν αὐτὸν πλεονεκτοίη·
だがアポロンは、自分は何ら不当な優位を得てはいない、と述べたと神話は伝えている。
§3.59.4καὶ γὰρ τὸν Μαρσύαν τὸ παραπλήσιον αὐτῷ ποιεῖν, εἰς τοὺς αὐλοὺς ἐμφυσῶντα·
なぜならマルシュアスもまた、縦笛に息を吹き込むことで、彼と同様のことをしているからである。
δεῖν οὖν ἢ τὴν ἐξουσίαν ταύτην ἴσην ἀμφοτέροις δίδοσθαι τῆς κράσεως, ἢ μηδέτερον τῷ στόματι διαγωνιζόμενον διὰ μόνων τῶν χειρῶν ἐνδείκνυσθαι τὴν ἰδίαν τέχνην.
したがって、この組み合わせの同等の権利が両者に与えられるべきであるか、さもなければ、どちらも口を使って競うことなく、手のみを通じて各々の技術を示すべきであるというのである。
§3.59.5ἐπικρινάντων δὲ τῶν ἀκροατῶν τὸν Ἀπόλλω δικαιότερα λέγειν, συγκριθῆναι πάλιν τὰς τέχνας, καὶ τὸν μὲν Μαρσύαν λειφθῆναι, τὸν δʼ Ἀπόλλω διὰ τὴν ἔριν πικρότερον χρησάμενον ἐκδεῖραι ζῶντα τὸν ἡττηθέντα.
そして聴衆が、アポロンの言うことの方がより公正であると判定したため、技術が再び比較され、マルシュアスは敗北し、アポロンは競争の激しさゆえにより過酷に振る舞い、敗者を生きながら皮剥ぎにした。
ταχὺ δὲ μεταμεληθέντα καὶ βαρέως ἐπὶ τοῖς ὑπʼ αὐτοῦ πραχθεῖσιν ἐνέγκαντα τῆς κιθάρας ἐκρῆξαι τὰς χορδὰς καὶ τὴν εὑρημένην ἁρμονίαν ἀφανίσαι.
しかしすぐに後悔し、自らの行ったことに深く苦しんだアポロンは、キタラの弦を断ち切り、自らが生み出した調和を無に帰した。
§3.59.6ταύτης δʼ ὕστερον Μούσας μὲν ἀνευρεῖν τὴν μέσην, Λίνον δὲ τὴν λίχανον, Ὀρφέα δὲ καὶ Θαμύραν ὑπάτην καὶ παρυπάτην.
こののち、ミューズたちがメセ(中音弦)を、リノスがリカノス(人差し指弦)を、オルフェウスとタミュラスがヒュパテとパリュパテを再発見した。
τὸν δʼ Ἀπόλλω φασὶν εἰς τὸ ἄντρον τοῦ Διονύσου τήν τε κιθάραν καὶ τοὺς αὐλοὺς ἀναθέντα, καὶ τῆς Κυβέλης ἐρασθέντα, συμπλανηθῆναι ταύτῃ μέχρι τῶν Ὑπερβορέων.
そして人々は言う、アポロンはキタラと縦笛をディオニュソスの洞窟に奉納し、キュベレに恋をして、彼女とともにヒュペルボレオス人の地まで彷徨い歩いたという。
§3.59.7κατὰ δὲ τὴν Φρυγίαν ἐμπεσούσης νόσου τοῖς ἀνθρώποις καὶ τῆς γῆς ἀκάρπου γενομένης, ἐπερωτησάντων τῶν ἀτυχούντων τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς προστάξαι φασὶν αὐτοῖς θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν τὴν Κυβέλην ὡς θεόν.
そしてフリュギアにおいて人々に疫病が降りかかり、大地が不毛となったとき、被災した人々が災いからの解放について神に託宣を求めたところ、神は彼らにアッティスの遺体を埋葬し、キュベレを女神として崇めるよう命じたという。
διόπερ τοὺς Φρύγας ἠφανισμένου τοῦ σώματος διὰ τὸν χρόνον εἴδωλον κατασκευάσαι τοῦ μειρακίου, πρὸς ᾧ θρηνοῦντας ταῖς οἰκείαις τιμαῖς τοῦ πάθους ἐξιλάσκεσθαι τὴν τοῦ παρανομηθέντος μῆνιν·
それゆえフリュギア人たちは、遺体が歳月の経過により消滅していたため、その若者の肖像を作り、その前で哀悼の歌を歌い、ふさわしい敬意をもって、不当な扱いを受けた者の被った苦難に対する怒りを宥めた。
ὅπερ μέχρι τοῦ καθʼ ἡμᾶς βίου ποιοῦντας αὐτοὺς διατελεῖν.
このことを彼らは我々の時代に至るまで行い続けている。
§3.59.8τῆς δὲ Κυβέλης τὸ παλαιὸν βωμοὺς ἰδρυσαμένους θυσίας ἐπιτελεἴν κατʼ ἔτος· ὕστερον δʼ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτας, Μίδου τοῦ βασιλέως εἰς ταῦτα συμφιλοκαλήσαντος·
キュベレに対しては、古くから祭壇を築いて毎年いけにえを捧げていたが、のちにフリュギアのペッシヌスに豪華な神殿を建設し、極めて壮麗な栄誉と犠牲式を制定した。 これは王ミダスがこれらのために美を愛する情熱をともに注いだことによる。
τῷ δʼ ἀγάλματι τῆς θεοῦ παραστῆσαι παρδάλεις καὶ λέοντας διὰ τὸ δοκεῖν ὑπὸ τούτων πρῶτον τραφῆναι.
そして女神の像の傍らにヒョウとライオンを配置した。 それは、彼女が最初にこれらによって育てられたと考えられているからである。
περὶ μὲν οὖν μητρὸς θεῶν τοιαῦτα μυθολογεῖται παρά τε τοῖς Φρυξὶ καὶ τοῖς Ἀτλαντίοις τοῖς παρὰ τὸν ὠκεανὸν οἰκοῦσιν.
神々の母に関しては、フリュギア人と、大洋の傍らに住むアトランティス人の間で、以上のような神話が語られている。

語釈・文法注

  1. 3.59.1ἀναχθείσης αὐτῆς ... τοῦ πατρὸς ... προσδεξαμένου ... γνόντος ... ἀνελόντος ... ἐκρίψαντος — 連続する属格独立分詞(genitive absolute)。`ἀναχθείσης αὐτῆς`(主語はキュベレ)に始まり、接続詞 `καί` を挟んで `τοῦ πατρὸς` を主語とする一連の分詞(`προσδεξαμένου`, `γνόντος`, `ἀνελόντος`, `ἐκρίψαντος`)が続く。これらは主節の動詞 `ἐκπηδῆσαι` に対する時間的・原因的な背景を成している。
  2. 3.59.2κιθαρίσαι ψιλήν — 形容詞 `ψιλήν`(「裸の、装飾のない」)は、歌(歌唱)を伴わない純粋な楽器の演奏(ここではキタラの独奏)を指す副詞的表現。
  3. 3.59.3τὸν δὲ πρότερον — ここでの `πρότερον` は、先行する文脈で「二人のうち先に演奏した(あるいは先に議論した)者」ではなく、「アポロンによる二度目の演奏(歌の追加)の前に、すでに好評を得ていた者」、すなわちマルシュアスを指す。直後の `ἀγανακτήσαντα`(憤慨して)が彼の不満を表している。
  4. 3.59.5μεταμεληθέντα καὶ ... ἐνέγκαντα — これらはアポロンを意味上の主語とする対格分詞。文章全体が `φασίν`(人々は言う)に支配された対格不定詞構文(A.C.I.)であるため、主節の主語であるアポロンは対格で表され、それに一致して分詞も対格(`μεταμεληθέντα`, `ἐνέγκαντα`)になっている。
  5. 3.59.8τῆς δὲ Κυβέλης — 行為の対象を示す目的格的属格(objective genitive)。`βωμοὺς ἰδρυσαμένους θυσίας ἐπιτελεῖν`(祭壇を築きいけにえを捧げる)という行為が「キュベレに対して」行われることを示す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.59.1-3.59.8. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.59.1-3.59.8

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。