§3.6.1συγγενέσιν ὀνείδη καταλίπῃ μείζω.
親族により大きな不名誉を残さないためであった。
πάντων δʼ ἐστὶ παραδοξότατον τὸ γινόμενον περὶ τὴν τελευτὴν τῶν βασιλέων.
しかし、すべてのうちで最も驚くべきことは、王たちの死に関して起こることである。
κατὰ γὰρ τὴν Μερόην οἱ περὶ τὰς τῶν θεῶν θεραπείας τε καὶ τιμὰς διατρίβοντες ἱερεῖς, μεγίστην καὶ κυριωτάτην τάξιν ἔχοντες, ἐπειδὰν ἐπὶ νοῦν αὐτοῖς ἔλθῃ, πέμπουσιν ἄγγελον πρὸς τὸν βασιλέα, κελεύοντες ἀποθνήσκειν.
すなわちメロエにおいては、神々の崇拝と礼拝に携わり、最大かつ最も権威ある階級を占める神官たちが、自分たちの心に浮かんだときに(思い立ったときに)、王のもとへ使者を送り、死ぬように命じるのである。
§3.6.2τοὺς γὰρ θεοὺς αὐτοῖς ταῦτα κεχρηματικέναι, καὶ δεῖν τὸ πρόσταγμα τῶν ἀθανάτων ὑπὸ θνητῆς φύσεως μηδαμῶς παροραθῆναι.
すなわち、神々が自分たちにこのことを託宣されたのであり、不死なる者たちの命令は、死すべき定めの本性(人間)によって決して軽視されてはならない[と主張するのである]。
καὶ ἑτέρους δʼ ἐπιφθέγγονται λόγους, οἵους ἂν ἁπλῇ διανοίᾳ προσδέξαιτο φύσις ἀρχαίᾳ μὲν καὶ δυσεξαλείπτῳ συνηθείᾳ συντεθραμμένη, λόγον δʼ οὐκ ἔχουσα τὸν ἐναντιωσόμενον τοῖς οὐκ ἀναγκαίως προσταττομένοις.
また彼らは、古くからある、拭い去りがたい習俗の中で育ち、不合理に命じられた事柄に反対するだけの理性を持ち合わせていない、単純な思考の持ち主(本性)であれば受け入れるような、他の議論をも付け加えるのである。
§3.6.3κατὰ μὲν οὖν τοὺς ἐπάνω χρόνους ὑπήκουον οἱ βασιλεῖς τοῖς ἱερεῦσιν, οὐχ ὅπλοις οὐδὲ βίᾳ κρατηθέντες, ἀλλʼ ὑπʼ αὐτῆς τῆς δεισιδαιμονίας τοὺς λογισμοὺς κατισχυόμενοι·
それゆえ、かつての時代には、王たちは武器や暴力によって屈服させられたからではなく、彼らの理性が迷信そのものによって圧倒されていたために、神官たちに従っていたのである。
κατὰ δὲ τὸν δεύτερον Πτολεμαῖον ὁ βασιλεὺς τῶν Αἰθιόπων Ἐργαμένης, μετεσχηκὼς Ἑλληνικῆς ἀγωγῆς καὶ φιλοσοφήσας, πρῶτος ἐθάρρησε καταφρονῆσαι τοῦ προστάγματος.
しかし、プトレマイオス二世の時代に、エチオピアの王エルガメネスは、ギリシアの教育を享受し、哲学を学んでいたため、初めてこの命令を敢えて無視した。
§3.6.4λαβὼν γὰρ φρόνημα τῆς βασιλείας ἄξιον παρῆλθε μετὰ στρατιωτῶν εἰς τὸ ἄβατον, οὗ συνέβαινεν εἶναι τὸν χρυσοῦν ναὸν τῶν Αἰθιόπων, καὶ τοὺς μὲν ἱερεῖς ἀπέσφαξε, τὸ δὲ ἔθος τοῦτο καταλύσας διωρθώσατο πρὸς τὴν ἑαυτοῦ προαίρεσιν.
すなわち彼は、王権にふさわしい自負(覚悟)を抱き、兵士たちを率いて、エチオピア人の黄金の神殿が置かれていた聖所へと入り、神官たちを虐殺し、この慣習を廃止して自らの意図に従って[国家を]改革したのである。