§3.59.1διόπερ ἀναχθείσης αὐτῆς εἰς τὰ βασίλεια, καὶ τοῦ πατρὸς τὸ μὲν πρῶτον ὡς παρθένον προσδεξαμένου, μετὰ δὲ ταῦτα γνόντος τὴν φθοράν, καὶ τὰς τε τροφοὺς καὶ τὸν Ἄττιν ἀνελόντος καὶ τὰ σώματα ἐκρίψαντος ἄταφα, φασὶ τὴν Κυβέλην διὰ τὴν πρὸς τὸ μειράκιον φιλοστοργίαν καὶ τὴν ἐπὶ ταῖς τροφοῖς λύπην ἐμμανῆ γενομένην εἰς τὴν χώραν ἐκπηδῆσαι.
Therefore, when she was brought back to the palace, and her father at first received her as a virgin, but afterwards learned of her ruin, and put both the nurses and Attis to death and cast out their bodies unburied, they say that Cybele, having gone mad because of her affection for the youth and her grief over the nurses, rushed out into the countryside.
καὶ ταύτην μὲν ὀλολύζουσαν καὶ τυμπανίζουσαν μόνην ἐπιέναι πᾶσαν χώραν, λελυμένην τὰς τρίχας, τὸν δὲ Μαρσύαν ἐλεοῦντα τὸ πάθος ἑκουσίως αὐτῇ συνακολουθεῖν καὶ συμπλανᾶσθαι διὰ τὴν προϋπάρχουσαν φιλίαν.
And that she, wailing and beating a drum, alone traversed the whole countryside with her hair loose; and that Marsyas, pitying her suffering, voluntarily followed her and wandered with her because of their pre-existing friendship.
§3.59.2παραγενομένους δʼ αὐτοὺς πρὸς Διόνυσον εἰς τὴν Νῦσαν καταλαβεῖν τὸν Ἀπόλλω τυγχάνοντα μεγάλης ἀποδοχῆς διὰ τὴν κιθάραν, ἣν Ἑρμῆν εὑρεῖν φασιν, Ἀπόλλωνα δὲ πρῶτον αὐτῇ κατὰ τρόπον χρῆσθαι·
And when they came to Dionysus in Nysa, they found Apollo enjoying great favor because of the cithara, which they say Hermes invented, but Apollo was the first to use in a fitting manner.
ἐρίζοντος δὲ τοῦ Μαρσύου πρὸς τὸν Ἀπόλλω περὶ τῆς τέχνης, καὶ τῶν Νυσαίων ἀποδειχθέντων δικαστῶν, τὸν μὲν Ἀπόλλωνα πρῶτον κιθαρίσαι ψιλήν, τὸν δὲ Μαρσύαν ἐπιβαλόντα τοῖς αὐλοῖς καταπλῆξαι τὰς ἀκοὰς τῷ ξενίζοντι, καὶ διὰ τὴν εὐμέλειαν δόξαι πολὺ προέχειν τοῦ προηγωνισμένου.
And when Marsyas contended with Apollo concerning the art, and the inhabitants of Nysa were appointed judges, Apollo first played the cithara bare, but Marsyas, applying himself to the flutes, astonished their hearing with its strange sound, and because of its sweet melody seemed far to surpass the one who had competed before.
§3.59.3συντεθειμένων δʼ αὐτῶν παρʼ ἄλληλα τοῖς δικασταῖς ἐπιδείκνυσθαι τὴν τέχνην, τὸν μὲν Ἀπόλλωνά φασιν ἐπιβαλεῖν τὸ δεύτερον ἁρμόττουσαν τῷ μέλει τῆς κιθάρας ᾠδήν, καθʼ ἣν ὑπερβαλέσθαι τὴν προϋπάρξασαν τῶν αὐλῶν ἀποδοχήν·
And when they agreed to display their art to the judges side by side, they say Apollo added, the second time, a song harmonizing with the melody of the cithara, whereby he surpassed the previous approval of the flutes.
τὸν δὲ πρότερον ἀγανακτήσαντα διδάσκειν τοὺς ἀκροατὰς ὅτι παρὰ πᾶν τὸ δίκαιον αὐτὸς ἐλαττοῦται· δεῖν γὰρ γίνεσθαι τέχνης σύγκρισιν, οὐ φωνῆς, καθʼ ἣν προσήκει τὴν ἁρμονίαν καὶ τὸ μέλος ἐξετάζεσθαι τῆς κιθάρας καὶ τῶν αὐλῶν· καὶ πρὸς τούτοις ἄδικον εἶναι δύο τέχνας ἅμα πρὸς μίαν συγκρίνεσθαι.
And that the former, being vexed, argued to the listeners that he was being disadvantaged contrary to all justice; for there ought to be a comparison of art, not of voice, according to which it was fitting that the harmony and the melody of the cithara and of the flutes be examined; and in addition to this, it was unjust for two arts to be compared at the same time against one.
τὸν δὲ Ἀπόλλω μυθολογοῦσιν εἰπεῖν ὡς οὐδὲν αὐτὸν πλεονεκτοίη· §3.59.4καὶ γὰρ τὸν Μαρσύαν τὸ παραπλήσιον αὐτῷ ποιεῖν, εἰς τοὺς αὐλοὺς ἐμφυσῶντα· δεῖν οὖν ἢ τὴν ἐξουσίαν ταύτην ἴσην ἀμφοτέροις δίδοσθαι τῆς κράσεως, ἢ μηδέτερον τῷ στόματι διαγωνιζόμενον διὰ μόνων τῶν χειρῶν ἐνδείκνυσθαι τὴν ἰδίαν τέχνην.
But they mythologize that Apollo said that he took no unfair advantage over him; for Marsyas also did something very similar to him, by blowing into the flutes; therefore, either this equal privilege of mixture should be given to both, or neither should compete with the mouth, but display his own art through the hands alone.
§3.59.5ἐπικρινάντων δὲ τῶν ἀκροατῶν τὸν Ἀπόλλω δικαιότερα λέγειν, συγκριθῆναι πάλιν τὰς τέχνας, καὶ τὸν μὲν Μαρσύαν λειφθῆναι, τὸν δʼ Ἀπόλλω διὰ τὴν ἔριν πικρότερον χρησάμενον ἐκδεῖραι ζῶντα τὸν ἡττηθέντα.
And when the listeners decided that Apollo spoke more justly, the arts were compared again, and Marsyas was defeated, and Apollo, dealing more harshly with him because of the rivalry, flayed the defeated man alive.
ταχὺ δὲ μεταμεληθέντα καὶ βαρέως ἐπὶ τοῖς ὑπʼ αὐτοῦ πραχθεῖσιν ἐνέγκαντα τῆς κιθάρας ἐκρῆξαι τὰς χορδὰς καὶ τὴν εὑρημένην ἁρμονίαν ἀφανίσαι.
But quickly repenting and bearing heavily the things done by him, he broke the strings of the cithara and destroyed the harmony he had discovered.
§3.59.6ταύτης δʼ ὕστερον Μούσας μὲν ἀνευρεῖν τὴν μέσην, Λίνον δὲ τὴν λίχανον, Ὀρφέα δὲ καὶ Θαμύραν ὑπάτην καὶ παρυπάτην.
And later of this harmony the Muses rediscovered the middle string, Linus the index string, and Orpheus and Thamyras the highest and next-to-highest.
τὸν δʼ Ἀπόλλω φασὶν εἰς τὸ ἄντρον τοῦ Διονύσου τήν τε κιθάραν καὶ τοὺς αὐλοὺς ἀναθέντα, καὶ τῆς Κυβέλης ἐρασθέντα, συμπλανηθῆναι ταύτῃ μέχρι τῶν Ὑπερβορέων.
And they say that Apollo, having dedicated both the cithara and the flutes in the cave of Dionysus, and having fallen in love with Cybele, wandered with her as far as the Hyperboreans.
§3.59.7κατὰ δὲ τὴν Φρυγίαν ἐμπεσούσης νόσου τοῖς ἀνθρώποις καὶ τῆς γῆς ἀκάρπου γενομένης, ἐπερωτησάντων τῶν ἀτυχούντων τὸν θεὸν περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς προστάξαι φασὶν αὐτοῖς θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμᾶν τὴν Κυβέλην ὡς θεόν.
And when a disease fell upon the people in Phrygia and the land became barren, when the unfortunate people questioned the god concerning deliverance from their evils, they say he commanded them to bury the body of Attis and to honor Cybele as a goddess.
διόπερ τοὺς Φρύγας ἠφανισμένου τοῦ σώματος διὰ τὸν χρόνον εἴδωλον κατασκευάσαι τοῦ μειρακίου, πρὸς ᾧ θρηνοῦντας ταῖς οἰκείαις τιμαῖς τοῦ πάθους ἐξιλάσκεσθαι τὴν τοῦ παρανομηθέντος μῆνιν· ὅπερ μέχρι τοῦ καθʼ ἡμᾶς βίου ποιοῦντας αὐτοὺς διατελεῖν.
Therefore, the Phrygians, since the body had disappeared through time, constructed an image of the youth, before which they, wailing, appeased with appropriate honors the wrath of the one who had been wronged for his suffering; which thing they continue doing until our own lifetime.
§3.59.8τῆς δὲ Κυβέλης τὸ παλαιὸν βωμοὺς ἰδρυσαμένους θυσίας ἐπιτελεἴν κατʼ ἔτος· ὕστερον δʼ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτας, Μίδου τοῦ βασιλέως εἰς ταῦτα συμφιλοκαλήσαντος· τῷ δʼ ἀγάλματι τῆς θεοῦ παραστῆσαι παρδάλεις καὶ λέοντας διὰ τὸ δοκεῖν ὑπὸ τούτων πρῶτον τραφῆναι.
And of Cybele, having established altars in ancient times, they performed sacrifices yearly; but later in Pessinus of Phrygia they constructed a costly temple and established most magnificent honors and sacrifices, King Midas cooperating in his love of beauty for these things; and they placed leopards and lions beside the statue of the goddess because of her having been thought to be first nourished by them.
περὶ μὲν οὖν μητρὸς θεῶν τοιαῦτα μυθολογεῖται παρά τε τοῖς Φρυξὶ καὶ τοῖς Ἀτλαντίοις τοῖς παρὰ τὸν ὠκεανὸν οἰκοῦσιν.
Concerning the Mother of the Gods, then, such are the myths told both among the Phrygians and among the Atlantians who dwell by the ocean.