§3.57.1οὐρανοῦ δὲ μυθολογοῦσι γενέσθαι παῖδας ἐκ πλειόνων γυναικῶν πέντε πρὸς τοῖς τετταράκοντα, καὶ τούτων ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τιταίας ὄνομα μὲν ἴδιον ἔχοντας ἑκάστους, κοινῇ δὲ πάντας ἀπὸ τῆς μητρὸς ὀνομαζομένους Τιτᾶνας.
ウラノスには複数の妻から四十五人の子供たちが生まれたと彼らは語っており、そのうちの十八人はティタイアから生まれたとされ、それぞれ固有の名前を持っているが、共同して全員が母親の名にちなんでティタネスと呼ばれているという。
§3.57.2τὴν δὲ Τιταίαν, σώφρονα οὖσαν καὶ πολλῶν ἀγαθῶν αἰτίαν γενομένην τοῖς λαοῖς, ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν ὑπὸ τῶν εὖ παθόντων Γῆν μετονομασθεῖσαν.
またティタイアは、思慮深く、民衆に多くの恩恵をもたらしたため、その死後に、彼女から恩恵を被った人々によって神格化され、「ゲ」と改名されたという。
γενέσθαι δʼ αὐτῷ καὶ θυγατέρας, ὧν εἶναι δύο τὰς πρεσβυτάτας πολὺ τῶν ἄλλων ἐπιφανεστάτας, τήν τε καλουμένην Βασίλειαν καὶ Ῥέαν τὴν ὑπʼ ἐνίων Πανδώραν ὀνομασθεῖσαν.
さらに彼(ウラノス)には娘たちも生まれ、そのうち最年長の二人は他の者たちよりはるかに際立って有名であり、一人はバシレイアと呼ばれる者、もう一人は一部の人々からパンドラと呼ばれるレイアであった。
§3.57.3τούτων δὲ τὴν μὲν Βασίλειαν, πρεσβυτάτην οὖσαν καὶ σωφροσύνῃ τε καὶ συνέσει πολὺ τῶν ἄλλων διαφέρουσαν, ἐκθρέψαι πάντας τοὺς ἀδελφοὺς κοινῇ μητρὸς εὔνοιαν παρεχομένην·
これらのうちバシレイアは、最年長であり、思慮深さと知性において他の者たちをはるかに凌駕していたため、母のような愛情を皆に示して、すべてのきょうだいたちを共同で育てた。
διὸ καὶ μεγάλην μητέρα προσαγορευθῆναι·
それゆえに彼女は「大いなる母」とも呼ばれた。
μετὰ δὲ τὴν τοῦ πατρὸς ἐξ ἀνθρώπων εἰς θεοὺς μετάστασιν, συγχωρούντων τῶν ὄχλων καὶ τῶν ἀδελφῶν, διαδέξασθαι τὴν βασιλείαν παρθένον οὖσαν ἔτι καὶ διὰ τὴν ὑπερβολὴν τῆς σωφροσύνης οὐδενὶ συνοικῆσαι βουληθεῖσαν.
そして父が人間界から神々のもとへ去ったのち、民衆ときょうだいたちの同意を得て、彼女はまだ処女であり、その極めて高い貞潔さのゆえに誰とも結婚することを望まなかったが、王位を継承した。
ὕστερον δὲ βουλομένην διαδόχους τῆς βασιλείας ἀπολιπεῖν υἱούς, Ὑπερίονι συνοικῆσαι τῶν ἀδελφῶν ἑνί, πρὸς ὃν οἰκειότατα διέκειτο.
しかしのちに、王位の継承者となる息子たちを残したいと望み、きょうだいたちの一人で、自らが最も親密に思っていたヒュペリオーンと結婚した。
§3.57.4γενομένων δʼ αὐτῇ δύο τέκνων, Ἡλίου καὶ Σελήνης, καὶ θαυμαζομένων ἐπί τε τῷ κάλλει καὶ τῇ σωφροσύνῃ, φασὶ τοὺς ἀδελφοὺς ταύτῃ μὲν ἐπʼ εὐτεκνίᾳ φθονοῦντας, τὸν δʼ Ὑπερίονα φοβηθέντας μήποτε τὴν βασιλείαν εἰς αὑτὸν περισπάσῃ, πρᾶξιν ἐπιτελέσασθαι παντελῶς ἀνόσιον·
彼女に二人の子供、ヘリオスとセレネが生まれ、その美しさと賢さによって人々から称賛されていたとき、きょうだいたちは彼女が子宝に恵まれたことを妬み、またヒュペリオーンがいつか王権を自分自身に奪い取るのではないかと恐れて、完全に不義極まりない行為を実行したという。
§3.57.5συνωμοσίαν γὰρ ποιησαμένους τὸν μὲν Ὑπερίονα κατασφάξαι, τὸν δʼ Ἥλιον ὄντα παῖδα τὴν ἡλικίαν ἐμβαλόντας εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι·
というのも、彼らは陰謀を企ててヒュペリオーンを虐殺し、まだ幼い年齢であったヘリオスをエリダノス川に投げ込んで溺死させたからである。
καταφανοῦς δὲ γενομένης τῆς ἀτυχίας, τὴν μὲν Σελήνην φιλάδελφον οὖσαν καθʼ ὑπερβολὴν ἀπὸ τοῦ τέγους ἑαυτὴν ῥῖψαι, τὴν δὲ μητέρα ζητοῦσαν τὸ σῶμα παρὰ τὸν ποταμὸν σύγκοπον γενέσθαι, καὶ κατενεχθεῖσαν εἰς ὕπνον ἰδεῖν ὄψιν, καθʼ ἣν ἔδοξεν ἐπιστάντα τὸν Ἥλιον παρακαλεῖν αὐτὴν μὴ θρηνεῖν τὸν τῶν τέκνων θάνατον·
この不幸な出来事が明らかになると、きょうだい愛の極めて強かったセレネは屋根から身を投げ、母親は川辺で遺体を探し求めて疲弊し、眠りに落ちたときに夢を見た。
τοὺς μὲν γὰρ Τιτᾶνας τεύξεσθαι τῆς προσηκούσης τιμωρίας, ἑαυτὸν δὲ καὶ τὴν ἀδελφὴν εἰς ἀθανάτους φύσεις μετασχηματισθήσεσθαι θείᾳ τινὶ προνοίᾳ·
その夢の中で、ヘリオスが枕元に立って、子供たちの死を嘆かないようにと彼女に懇願するように思われたという。
ὀνομασθήσεσθαι γὰρ ὑπὸ τῶν ἀνθρώπων ἥλιον μὲν τὸ πρότερον ἐν οὐρανῷ πῦρ ἱερὸν καλούμενον, σελήνην δὲ τὴν μήνην προσαγορευομένην.
ティタンたちは相応の処罰を受けるだろうし、彼と妹は神的な摂理によって不死の本性へと姿を変えられるからである。
§3.57.6διεγερθεῖσαν δὲ καὶ τοῖς ὄχλοις τόν τε ὄνειρον καὶ τὰ περὶ αὑτὴν ἀτυχήματα διελθοῦσαν ἀξιῶσαι τοῖς μὲν τετελευτηκόσιν ἀπονεῖμαι τιμὰς ἰσοθέους, τοῦ δʼ αὐτῆς σώματος μηκέτι μηδένα θιγεῖν.
すなわち、かつて天において「聖なる火」と呼ばれていたものが、人間たちによって「太陽」と名付けられ、また「メーネー」と呼ばれていたものが「月」と呼ばれるようになるからである。
§3.57.7μετὰ δὲ ταῦτα ἐμμανῆ γενομένην καὶ τῶν τῆς θυγατρὸς παιγνίων τὰ δυνάμενα ψόφον ἐπιτελεῖν ἁρπάσασαν πλανᾶσθαι κατὰ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, τῷ δὲ διὰ τῶν τυμπάνων καὶ κυμβάλων ψόφῳ ἐνθεάζουσαν, ὥστε καταπλήττεσθαι πλήττεσθαι τοὺς ὁρῶντας.
目を覚ました彼女は、民衆に夢と自らに降りかかった災難を詳しく語り、亡くなった者たちに神に等しい栄誉を授けること、そして自分の身体にはもはや誰も触れないことを求めたという。
§3.57.8πάντων δὲ τὸ περὶ αὐτὴν πάθος ἐλεούντων, καί τινων ἀντεχομένων τοῦ σώματος, ἐπιγενέσθαι πλῆθος ὄμβρου καὶ συνεχεῖς κεραυνῶν πτώσεις·
その後、狂気に陥った彼女は、娘の玩具のうち音を出すことのできるものをひったくり、髪を振り乱し、太鼓とシンバルの音に合わせて狂乱しながら国中をさまよったため、見る者たちは驚愕したという。
ἐνταῦθα δὲ τὴν μὲν Βασίλειαν ἀφανῆ γενέσθαι, τοὺς δʼ ὄχλους θαυμάσαντας τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνην τῇ προσηγορίᾳ καὶ ταῖς τιμαῖς μεταγαγεῖν ἐπὶ τὰ κατʼ οὐρανὸν ἄστρα, τὴν δὲ μητέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύσασθαι, καὶ ταῖς διὰ τῶν τυμπάνων καὶ κυμβάλων ἐνεργείαις καὶ τοῖς ἄλλοις ἅπασιν ἀπομιμουμένους τὰ περὶ αὐτὴν συμβάντα θυσίας καὶ τὰς ἄλλας τιμὰς ἀπονεῖμαι.
すべての人が彼女の苦難を憐れみ、数人の者がその体を抱き留めようとしたとき、激しい豪雨と絶え間ない落雷が起こった。 そこでバシレイアは姿を消し、民衆はこの急変に驚嘆して、ヘリオスとセレネの名と栄誉を天の天体へと移し、彼らの母親を女神とみなして祭壇を築いた。 そして、太鼓やシンバルの鳴り響く儀礼やその他のすべての方法によって彼女に起こった出来事を模倣しながら、犠牲を捧げ、その他の栄誉を授けたのである。