Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.54.1-3.54.7

女王ミュリナのアトランティス遠征とゴルゴン討伐

215 / 406 箇所 · ギリシア語

要旨

アマゾンの女王ミュリナがアトランティス人へと遠征し、ケルネーを破壊した後に彼らと和平を結び都市を再建したこと、さらに要請を受けて隣国ゴルゴンへの征伐を行ったことを記す。

§3.54.1ἐκ δὲ ταύτης ὁρμωμένας ἐγχειρῆσαι μεγάλαις ἐπιβολαῖς, ὁρμῆς αὐταῖς ἐμπεσούσης ἐπελθεῖν πολλὰ μέρη τῆς οἰκουμένης.
また、ここから出撃して彼女たちは大いなる企てに乗り出し、知られた世界の多くの地方を襲撃しようという衝動が彼女たちに湧き起こったという。
ἐπὶ πρώτους δʼ αὐτὰς στρατεῦσαι λέγεται τοὺς Ἀτλαντίους, ἄνδρας ἡμερωτάτους τῶν ἐν τοῖς τόποις ἐκείνοις καὶ χώραν νεμομένους εὐδαίμονα καὶ πόλεις μεγάλας·
そして、彼女たちが最初に遠征したのはアトランティス人たちに対してであったと言われている。 彼らはそれらの地方に住む人々の中で最も文明化されており、豊かな土地と巨大な都市を領有していた。
παρʼ οἷς δὴ μυθολογεῖσθαί φασι τὴν τῶν θεῶν γένεσιν ὑπάρξαι πρὸς τοῖς κατὰ τὸν ὠκεανὸν τόποις, συμφώνως τοῖς παρʼ Ἕλλησι μυθολόγοις, περὶ ὧν τὰ κατὰ μέρος μικρὸν ὕστερον διέξιμεν.
まさに彼らのもとで、神々の誕生がオーケアノスに隣接する地方において起こったと神話として語られていると人々は言っているが、これはギリシア人の神話作者たちの説明と一致しており、これらについては少しのちほど個別に詳述することにしよう。
§3.54.2τῶν οὖν Ἀμαζόνων λέγεται βασιλεύουσαν Μύριναν συστήσασθαι στρατόπεδον πεζῶν μὲν τρισμυρίων, ἱππέων δὲ τρισχιλίων, ζηλουμένης παρʼ αὐταῖς περιττότερον ἐν τοῖς πολέμοις τῆς ἀπὸ τῶν ἱππέων χρείας.
さて、アマゾンたちの女王であったミュリナは、歩兵三万、騎兵三千の軍勢を組織したと言われている。 彼女たちの間では、戦争において騎兵による有用性がとりわけ熱心に追求されていたからである。
§3.54.3ὅπλοις δὲ χρῆσθαι σκεπαστηρίοις ὄφεων μεγάλων δοραῖς, ἐχούσης τῆς Λιβύης ταῦτα τὰ ζῷα τοῖς μεγέθεσιν ἄπιστα, ἀμυντηρίοις δὲ ξίφεσι καὶ λόγχαις, ἔτι δὲ τόξοις, οἷς μὴ μόνον ἐξ ἐναντίας βάλλειν, ἀλλὰ καὶ κατὰ τὰς φυγὰς τοὺς ἐπιδιώκοντας εἰς τοὐπίσω τοξεύειν εὐστόχως.
また、防御用の武具としては巨大な蛇の皮を用いた。 リビアは、それらの動物を信じがたい大きさで擁していたからである。 そして、攻撃用の武器としては剣と槍、さらには弓を用い、それらを用いて、正面から射るだけでなく、退却の際にも追跡してくる者たちに向かって後方に正確に矢を放ったという。
§3.54.4ἐμβαλούσας δʼ αὐτὰς εἰς τὴν τῶν Ἀτλαντίων χώραν τοὺς μὲν τὴν Κέρνην καλουμένην οἰκοῦντας παρατάξει νικῆσαι, καὶ συνεισπεσούσας τοῖς φεύγουσιν ἐντὸς τῶν τειχῶν κυριεῦσαι τῆς πόλεως·
そして彼女たちはアトランティス人の領土に侵入すると、ケルネーと呼ばれる都市に住む者たちを決戦において破り、逃げる者たちとともに城壁の内部へと突入して、その都市を支配下に置いた。
βουλομένας δὲ τῷ φόβῳ καταπλήξασθαι τοὺς περιοίκους ὠμῶς προσενεχθῆναι τοῖς ἁλοῦσι, καὶ τοὺς μὲν ἄνδρας ἡβηδὸν ἀποσφάξαι, τέκνα δὲ καὶ γυναῖκας ἐξανδραποδισαμένας κατασκάψαι τὴν πόλιν.
そして近隣の住民たちを恐怖によって震撼させたいと望んだため、捕らえられた者たちに酷薄に対処し、男たちは成人を皆殺しにし、子供や女性たちを奴隷にし、都市を土台から破壊したという。
§3.54.5τῆς δὲ περὶ τοὺς Κερναίους συμφορᾶς διαδοθείσης εἰς τοὺς ὁμοεθνεῖς, λέγεται τοὺς μὲν Ἀτλαντίους καταπλαγέντας δι’ ὁμολογίας παραδοῦναι τὰς πόλεις καὶ πᾶν τὸ προσταχθὲν ποιήσειν ἐπαγγείλασθαι, τὴν δὲ βασίλισσαν Μύριναν ἐπιεικῶς αὐτοῖς προσενεχθεῖσαν φιλίαν τε συνθέσθαι καὶ πόλιν ἀντὶ τῆς κατασκαφείσης ὁμώνυμον ἑαυτῆς κτίσαι· κατοικίσαι δʼ εἰς αὐτὴν τούς τε αἰχμαλώτους καὶ τῶν ἐγχωρίων τὸν βουλόμενον.
ケルネーの人々を襲った災難が同族の者たちに知れ渡ると、アトランティス人たちは恐れおののき、協定によって自分たちの都市を引き渡し、命じられたことはすべて行うと約束したと言われている。 また、女王ミュリナは彼らに寛大に対処し、友好関係を結び、破壊された都市の代わりに自分と同名の都市を建設し、そこへ捕虜たちや、現地の住民で望む者を移住させたという。
§3.54.6μετὰ δὲ ταῦτα τῶν Ἀτλαντίων δῶρά τε μεγαλοπρεπῆ δόντων αὐτῇ καὶ τιμὰς ἀξιολόγους κοινῇ ψηφισαμένων, ἀποδέξασθαί τε τὴν φιλανθρωπίαν αὐτῶν καὶ προσεπαγγείλασθαι τὸ ἔθνος εὐεργετήσειν.
この後、アトランティス人たちが彼女に豪華な贈り物を贈り、共同で多大なる栄誉を決議によって授けると、彼女はその好意を受け入れ、さらにその部族に恩恵を施すことを約束したという。
§3.54.7τῶν δʼ ἐγχωρίων πεπολεμημένων πολλάκις ὑπὸ τῶν ὀνομαζομένων Γοργόνων, οὐσῶν πλησιοχώρων, καὶ τὸ σύνολον ἔφεδρον ἐχόντων τοῦτο τὸ ἔθνος, φασὶν ἀξιωθεῖσαν τὴν Μύριναν ὑπὸ τῶν Ἀτλαντίων ἐμβαλεῖν εἰς τὴν χώραν τῶν προειρημένων.
他方、現地の住民が、近隣の者たちであるゴルゴンと呼ばれる者たちによって何度も戦争を仕掛けられ、概してこの部族を常に自分たちを脅かす存在として抱えていたので、ミュリナはアトランティス人たちから要請されて、前述の者たちの領土に侵入したという。
ἀντιταξαμένων δὲ τῶν Γοργόνων γενέσθαι καρτερὰν μάχην, καὶ τὰς Ἀμαζόνας ἐπὶ τοῦ προτερήματος γενομένας ἀνελεῖν μὲν τῶν ἀντιταχθεισῶν παμπληθεῖς, ζωγρῆσαι δʼ οὐκ ἐλάττους τρισχιλίων·
ゴルゴンたちが立ち向かってくると激しい戦いが起こり、アマゾンたちは優勢に立つと、立ち向かってきた敵の極めて多くを討ち取り、三千人を下らない者を生け捕りにした。
τῶν δʼ ἄλλων εἴς τινα δρυμώδη τόπον συμφυγουσῶν ἐπιβαλέσθαι μὲν τὴν Μύριναν ἐμπρῆσαι τὴν ὕλην, σπεύδουσαν ἄρδην ἀνελεῖν τὸ ἔθνος, οὐ δυνηθεῖσαν δὲ κρατῆσαι τῆς ἐπιβολῆς ἐπανελθεῖν ἐπὶ τοὺς ὅρους τῆς χώρας.
そして他の者たちが、ある樹木の生い茂る場所へと一斉に逃げ込んだので、ミュリナはその部族を根絶やしにしようと急ぎ、その森に火を放つことを企てたが、その企てを果たすことができず、自国の国境へと引き返したという。

語釈・文法注

  1. 3.54.1ὁρμῆς αὐταῖς ἐμπεσούσης ἐπελθεῖν — 独立属格 `ὁρμῆς ... ἐμπεσούσης`「衝動が彼女たちに湧き起こったので」の後に、不定詞 `ἐπελθεῖν` が名詞 `ὁρμῆς` を同格的に修飾・説明(「襲撃しようという」)する形で続いている。
  2. 3.54.1παρʼ οἷς δὴ μυθολογεῖσθαί φασι τὴν τῶν θεῶν γένεσιν ὑπάρξαι — 二重の不定詞構造。主動詞 `φασί`「彼らは言う」の目的語(対格不定詞構文)として `μυθολογεῖσθαι`「神話として語られている」があり、さらにその主語となる対格節の中に `τὴν τῶν θεῶν γένεσιν ὑπάρξαι`「神々の誕生が存在すること」という不定詞が含まれている。
  3. 3.54.3ἐχούσης τῆς Λιβύης ταῦτα τὰ ζῷα τοῖς μεγέθεσιν ἄπιστα — 独立属格 `ἐχούσης τῆς Λιβύης`「リビアが〜を擁していたので」の構文。`τοῖς μεγέθεσιν` は関係の与格(限定の与格)で、「大きさにおいて」を意味し、形容詞 `ἄπιστα`「信じがたい」を修飾している。
  4. 3.54.7ἔφεδρον ἐχόντων τοῦτο τὸ ἔθνος — 独立属格 `τῶν δʼ ἐγχωρίων ... ἐχόντων` の一部。`ἔφεδρον`(本来は「控えの選手」や「後に備える敵」の意)はここでは述語的に使われ、「この部族(ゴルゴン)を待ち伏せする脅威(あるいは敵)として抱えていた」という意味になる。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.54.1-3.54.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.54.1-3.54.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。