Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §3.50.1-3.50.5

キュレネ周辺の地勢と砂漠の毒蛇および空中の幻影

211 / 406 箇所 · ギリシア語

要旨

キュレネ近郊の肥沃な土地と、砂漠地帯の過酷な自然や毒蛇の脅威について述べ、さらに空中に出現する奇妙な動物の幻影の現象を説明する。

§3.50.1τῆς δὲ χώρας ἡ μὲν ὅμορος τῇ Κυρήνῃ γεώδης ἐστὶ καὶ πολλοὺς φέρουσα καρπούς·
この地方のうち、キュレネに隣接する部分は肥沃であり、多くの実りをもたらす。
οὐ μόνον γὰρ ὑπάρχει σιτοφόρος, ἀλλὰ καὶ πολλὴν ἄμπελον, ἔτι δʼ ἐλαίαν ἔχει καὶ τὴν ἀγρίαν ὕλην καὶ ποταμοὺς εὐχρηστίαν παρεχομένους·
なぜなら、穀物を産するだけでなく、多くのブドウ、さらにオリーブをも有し、また野生の森林や便をもたらす河川を有しているからである。
ἡ δʼ ὑπὲρ τὸ νότιον μέρος ὑπερτείνουσα, καθʼ ἣν τὸ νίτρον φύεσθαι συμβέβηκεν, ἄσπορος οὖσα καὶ σπανίζουσα ναματιαίων ὑδάτων, τὴν πρόσοψιν ἔχει πελάγει παρεμφερῆ·
しかし、南部を越えて広がる部分は、そこでは天然ソーダが産出するのだが、作物が育たず湧き水に乏しく、海に似た外観を呈している。
οὐδεμίαν δὲ παρεχομένη ποικιλίαν κατὰ τὴν ἰδέαν ἐρήμῳ γῇ περιέχεται, τῆς ὑπερκειμένης ἐρήμου δυσέξιτον ἐχούσης τὸ πέρας.
また、その様子においては何の変化も提供せず、荒涼とした土地に取り囲まれており、その上に広がる砂漠は、脱出困難な境界を持っている。
§3.50.2διόπερ οὐδʼ ὄρνεον ἰδεῖν ἔστιν, οὐ τετράπουν ἐν αὐτῇ ζῷον πλὴν δορκάδος καὶ βοός, οὐ μὴν οὔτε φυτὸν οὔτʼ ἄλλο τῶν δυναμένων ψυχαγωγῆσαι τὴν ὅρασιν, ὡς ἂν τῆς εἰς μεσόγειον ἀνηκούσης γῆς ἐχούσης ἐπὶ τὸ μῆκος ἀθρόους θῖνας.
それゆえ、そこでは鳥を見ることも、カモシカと野牛を除いては四足の動物を見ることもできない。 さらに、植物も、視覚を楽しませることのできる他のいかなるものも見ることはできない。 それは、内陸へと延びる土地が、その広がりにわたって一面に広がる砂丘を有しているためである。
ἐφʼ ὅσον δὲ σπανίζει τῶν πρὸς ἥμερον βίον ἀνηκόντων, ἐπὶ τοσοῦτο πλήθει παντοίων ταῖς ἰδέαις καὶ τοῖς μεγέθεσιν ὄφεων, μάλιστα δὲ τῶν τοιούτων οὓς προσαγορεύουσι κεράστας, οἳ τὰ μὲν δήγματα θανατηφόρα ποιοῦνται, τὴν δὲ χρόαν ἅμμῳ παραπλησίαν ἔχουσι·
しかし、人間らしい生活に属する事物に乏しい分だけ、それだけ、あらゆる姿や大きさの蛇で満ちており、とりわけ、彼らがツノクサリヘビと呼ぶ、噛み傷が致命的であり、皮膚の色が砂に酷似している蛇たちで満ちている。
§3.50.3διόπερ ἐξωμοιωμένων αὐτῶν κατὰ τὴν πρόσοψιν τοῖς ὑποκειμένοις ἐδάφεσιν ὀλίγοι μὲν ἐπιγινώσκουσιν, οἱ πολλοὶ δʼ ἀγνοοῦντες πατοῦσι καὶ κινδύνοις περιπίπτουσιν ἀπροσδοκήτοις.
それゆえ、それらの外観がその下の地面に酷似しているために、気づく者はわずかであり、大半の者は知らずに踏みつけて、予期せぬ危険に陥る。
λέγεται δὲ τούτους τὸ παλαιὸν ἐπελθόντας ποτὲ πολλὴν τῆς Αἰγύπτου ποιῆσαι τὴν ὑποκειμένην χώραν ἀοίκητον.
かつて古代において、これらが襲来し、エジプトの隣接する地域の多くを居住不能にしたと言われている。
§3.50.4γίνεται δέ τι θαυμάσιον περί τε ταύτην τὴν χέρσον καὶ τὴν ἐπέκεινα τῆς Σύρτεως Λιβύην.
また、この乾いた土地と、シュルティスの彼方のリビアに関して、ある不思議な現象が起こる。
περὶ γάρ τινας καιροὺς καὶ μάλιστα κατὰ τὰς νηνεμίας συστάσεις ὁρῶνται κατὰ τὸν ἀέρα παντοίων ζῴων ἰδέας ἐμφαίνουσαι·
というのも、ある特定の時期、とりわけ無風の時に、空中にあらゆる種類の動物の姿を表す集合体が見られるからである。
τούτων δʼ αἱ μὲν ἠρεμοῦσιν, αἱ δὲ κίνησιν λαμβάνουσι, καὶ ποτὲ μὲν ὑποφεύγουσι, ποτὲ δὲ διώκουσι, πᾶσαι δὲ τὸ μέγεθος ἄπλατον ἔχουσαι θαυμαστὴν κατάπληξιν καὶ ταραχὴν παρασκευάζουσι τοῖς ἀπείροις.
これらのうち、あるものは静止し、あるものは動き出し、ある時は逃げ去り、ある時は追いかけ、どれも計り知れない大きさを持ち、未経験の者たちに驚くべき畏怖と混乱を引き起こす。
§3.50.5αἱ γὰρ ἐπιδιώκουσαι τοὺς ἀνθρώπους ἐπειδὰν καταλάβωσι, περιχέονται τοῖς σώμασι ψυχραὶ καὶ παλμώδεις, ὥστε τοὺς μὲν ξένους ἀσυνήθεις ὄντας διὰ τὸ δέος ἐκπεπλῆχθαι, τοὺς δʼ ἐγχωρίους πολλάκις συγκεκυρηκότας τοῖς τοιούτοις καταφρονεῖν τοῦ συμβαίνοντος.
なぜなら、人々を追いかけるそれらは、追いつくやいなや、冷たく震えながら身体にまとわりつくのであり、その結果、不慣れな異邦人は恐怖のために仰天するが、こうした現象に何度も遭遇している現地の人々は、起こっていることを気にも留めないほどである。

語釈・文法注

  1. 3.50.1γεώδης ἐστὶ καὶ πολλοὺς φέρουσα καρπούς — 形容詞 γεώδης と現在分詞 φέρουσα が等位接続詞 καί によって並列され、主節の述語部を構成している。これは、形容詞と分詞が機能的に等価な叙述要素として並列されうる古典ギリシア語の柔軟性を示している。
  2. 3.50.1τῆς ὑπερκειμένης ἐρήμου δυσέξιτον ἐχούσης τὸ πέρας — 属格独立構文(genitive absolute)。名詞 τῆς ἐρήμου が主語で、現在分詞 ἐχούσης が述語。δυσέξιτον(脱出困難な)は、目的語 τὸ πέρας(境界、終端)を修飾する叙述的形容詞。
  3. 3.50.2ὡς ἂν τῆς εἰς μεσόγειον ἀνηκούσης γῆς ἐχούσης ἐπὶ τὸ μῆκος ἀθρόους θῖνας — 接続詞 ὡς と不変化詞 ἄν が分詞 ἐχούσης(属格独立の一部)を伴っており、ここでは潜在的あるいは仮定的な状況の比喩的表現(「〜であるかのように」)、あるいは状況の客観的な理由(「〜であるために」)を示す。ここでは荒涼とした内陸の地形を説明する従属的・理由的な様態節として機能している。
  4. 3.50.4συστάσεις ὁρῶνται κατὰ τὸν ἀέρα παντοίων ζῴων ἰδέας ἐμφαίνουσαι — 主語は女性名詞複数形 συστάσεις(集合体、凝結物)であり、受動態動詞 ὁρῶνται(見られる)の主語。現在分詞 ἐμφαίνουσαι は主語に性と数(女性・複数)で一致し、目的語 ἰδέας(姿、形)を支配して、この集合体の性質を説明している。
  5. 3.50.5περιχέονται τοῖς σώμασι ψυχραὶ καὶ παλμώδεις — 形容詞 ψυχραὶ καὶ παλμώδεις は、動詞 περιχέονται の主語(αἱ [συστάσεις] ἐπιδιώκουσαι)に一致する叙述用法。「冷たく震えながら」という副詞的なニュアンスを文に付加し、集合体が人体に触れた際の動的な状態を表している。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §3.50.1-3.50.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc5:3.50.1-3.50.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。