§3.39.1ἀπὸ πόλεως τοίνυν Ἀρσινόης κομιζομένοις παρὰ τὴν δεξιὰν ἤπειρον ἐκπίπτει κατὰ πολλοὺς τόπους ἐκ πέτρας εἰς θάλατταν ὕδατα πολλά, πικρᾶς ἁλμυρίδος ἔχοντα γεῦσιν.
さて、アルシノエの市から右側の大陸に沿って航海する者たちにとっては、多くの場所で岩から海へと、苦い塩味を帯びた多くの水が流れ出ている。
παραδραμόντι δὲ τὰς πηγὰς ταύτας ὑπέρκειται μεγάλου πεδίου μιλτώδη χρόαν ἔχον ὄρος καὶ τὴν ὅρασιν τῶν ἐπὶ πλέον ἀτενιζόντων εἰς αὐτὸ λυμαινόμενον.
そして、これらの泉を通り過ぎた者にとっては、広い平野の上に、赤土のような色をした山が聳えており、それを長く見つめる人々の視力を損なう。
ὑπὸ δὲ τὰς ἐσχατιὰς τῆς ὑπωρείας κεῖται λιμὴν σκολιὸν ἔχων τὸν εἴσπλουν, ἐπώνυμος Ἀφροδίτης.
その麓の最果ての下には、曲がりくねった進入路を持つ港があり、アプロディテにちなんで名付けられている。
§3.39.2ὑπέρκεινται δὲ τούτου νῆσοι τρεῖς, ὧν δύο μὲν πλήρεις εἰσὶν ἐλαιῶν καὶ σύσκιοι, μία δὲ λειπομένη τῷ πλήθει τῶν προειρημένων δένδρων, πλῆθος δʼ ἔχουσα τῶν ὀνομαζομένων μελεαγρίδων.
この港の上には3つの島があり、そのうち2つはオリーブの木が豊かで陰になっており、1つは前述の木の数においては劣っているが、ホロホロチョウと呼ばれる鳥が多数生息している。
§3.39.3μετὰ δὲ ταῦτα κόλπος ἐστὶν εὐμεγέθης ὁ καλούμενος Ἀκάθαρτος, καὶ πρὸς αὐτῷ βαθεῖα καθʼ ὑπερβολὴν χερρόνησος, ἧς κατὰ τὸν αὐχένα στενὸν ὄντα διακομίζουσι τὰ σκάφη πρὸς τὴν ἀντιπέρας θάλατταν.
これらの後に、アカタルトスと呼ばれる非常に大きな湾があり、その近くには極めて深く突き出た半島があって、その狭い地峡を越えて、船を対岸の海へと運ぶ。
§3.39.4παρακομισθέντι δὲ τοὺς τόπους τούτους κεῖται νῆσος πελαγία μὲν τῷ διαστήματι, τὸ δὲ μῆκος εἰς ὀγδοήκοντα σταδίους παρεκτείνουσα, καλουμένη δὲ Ὀφιώδης, ἣ τὸ μὲν παλαιὸν ὑπῆρχε πλήρης παντοδαπῶν καὶ φοβερῶν ἑρπετῶν, ἀφʼ ὧν καὶ ταύτης ἔτυχε τῆς προσηγορίας, ἐν δὲ τοῖς μεταγενεστέροις χρόνοις ὑπὸ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βασιλέων οὕτως ἐξημερώθη φιλοτίμως ὥστε μηδὲν ἔτι κατʼ αὐτὴν ὁρᾶσθαι τῶν προϋπαρξάντων ζῴων.
これらの場所を通り過ぎた者にとっては、距離としては外海にあるが、長さは80スタディオンにわたって延びている、オピオデスと呼ばれる島がある。 この島は古くはあらゆる種類の恐ろしい這うもので満ちており、それゆえにこの名称を得たのであるが、後世になってアレクサンドリアの王たちによって非常に熱心に開拓されたため、現在ではかつて生息していたそれらの動物はまったく見られない。
§3.39.5οὐ παραλειπτέον δʼ ἡμῖν οὐδὲ τὴν αἰτίαν τῆς περὶ τὴν ἡμέρωσιν φιλοτιμίας.
しかし、我々は、その開拓に向けられた熱心の理由をも見過ごしてはならない。
εὑρίσκεται γὰρ ἐν τῇ νήσῳ ταύτῃ τὸ καλούμενον τοπάζιον, ὅπερ ἐστὶ λίθος διαφαινόμενος ἐπιτερπής, ὑάλῳ παρεμφερὴς καὶ θαυμαστὴν ἔγχρυσον πρόσοψιν παρεχόμενος.
というのも、この島にはトパジオンと呼ばれるものが発見されるからであり、これは透き通った美しい石で、ガラスに似ており、驚くべき金色の外観を呈している。
§3.39.6διόπερ ἀνεπίβατος τοῖς ἄλλοις τηρεῖται, θανατουμένου παντὸς τοῦ προσπλεύσαντος ὑπὸ τῶν καθεσταμένων ἐπʼ αὐτῆς φυλάκων.
そのため、この島は他の人々にとっては立ち入り禁止として守られており、近づく者は誰であれ、島に配置された警備員たちによって死刑に処される。
οὗτοι δὲ τὸν ἀριθμὸν ὄντες ὀλίγοι βίον ἔχουσιν ἀτυχῆ.
これらの警備員は数こそ少ないが、不幸な生活を送っている。
ἵνα μὲν γὰρ μηδεὶς λίθος διακλαπῇ, πλοῖον οὐκ ἀπολείπεται τὸ παράπαν ἐν τῇ νήσῳ· οἱ δὲ παραπλέοντες αὐτὴν διὰ τὸν ἀπὸ τοῦ βασιλέως φόβον πόρρωθεν παραθέουσι·
なぜなら、石が一つも盗まれないようにするため、船は島には一切残されないからであり、また島を通り過ぎる航海者たちも王への恐れから遠くを通り過ぎるからである。
τροφαὶ δὲ αἱ μὲν παρακομιζόμεναι ταχέως ἐκλείπουσιν, ἕτεραι δʼ ἐγχώριοι τὸ σύνολον οὐχ ὑπάρχουσι.
また、運ばれてくる食料はすぐに底をつき、島自体で得られる別の食料はまったく存在しないからである。
§3.39.7διόπερ ὅταν τῶν σιτίων ὀλίγα καταλείπηται, κάθηνται πάντες οἱ κατὰ τὴν κώμην προσδεχόμενοι τὸν τῶν κομιζόντων τὰς τροφὰς κατάπλουν·
それゆえに、食料が少ししか残らなくなると、村の住民全員が座り込んで、食料を運んでくる船の入港を待ち望む。
ὧν βραδυνόντων εἰς τὰς ἐσχάτας ἐλπίδας συστέλλονται.
その到着が遅れると、彼らは極度の絶望へと追い詰められる。
§3.39.8ὁ δὲ προειρημένος λίθος φυόμενος ἐν ταῖς πέτραις τὴν μὲν ἡμέραν διὰ τὸ πνῖγος οὐχ ὁρᾶται, κρατούμενος ὑπὸ τοῦ περὶ τὸν ἥλιον φέγγους, τῆς δὲ νυκτὸς ἐπιγινομένης ἐν σκότει διαλάμπει καὶ πόρρωθεν δῆλός ἐστιν ἐν ᾧ ποτʼ ἂν ᾖ τόπῳ.
しかし、岩の中に生成する前述の石は、昼間は暑さのために見えず、太陽の光によって圧倒されているが、夜が訪れると暗闇の中で輝きを放ち、それがいかなる場所にあろうとも遠くから明らかになる。
§3.39.9οἱ δὲ νησοφύλακες κλήρῳ διῃρημένοι τοὺς τόπους ἐφεδρεύουσι, καὶ τῷ φανέντι λίθῳ περιτιθέασι σημείου χάριν ἄγγος τηλικοῦτον ἡλίκον ἂν ᾖ τὸ μέγεθος τοῦ στίλβοντος λίθου·
島の警備員たちは、くじによって分けられた場所を監視し、光る石が現れると、目印のために、輝く石の大きさに応じた大きさの容器をその周りに置く。
τῆς δʼ ἡμέρας περιιόντες περιτέμνουσι τὸν σημειωθέντα τόπον τῆς πέτρας, καὶ παραδιδόασι τοῖς διὰ τῆς τέχνης δυναμένοις ἐκλεαίνειν τὸ παραδοθὲν οἰκείως.
そして昼間に、彼らは巡回して岩の目印をつけられた場所を切り出し、専門の技術によって引き渡されたものを適切に研磨できる者たちへと引き渡す。