§3.40.1παραπλεύσαντι δὲ τούτους τοὺς τόπους πολλὰ μὲν Ἰχθυοφάγων ἔθνη κατοικεῖ τὴν παράλιον, πολλοὶ δὲ νομάδες Τρωγλοδύται.
これらの場所を沿岸航行した者にとっては、多くの魚食人の部族が沿岸に住んでおり、多くの遊牧の穴居人も住んでいる。
πρὸς δὲ τούτοις ὄρη παντοῖα ταῖς ἰδιότησιν ὑπάρχει μέχρι λιμένος τοῦ προσαγορευθέντος σωτηρίας, ὃς ἔτυχε τῆς ὀνομασίας ταύτης ἀπὸ τῶν πρώτων πλευσάντων Ἑλλήνων καὶ διασωθέντων.
これらに加えて、特徴において様々な山々が、「救いの港」と呼ばれる港に至るまで存在しており、この港は、最初に航海して救われたギリシア人たちからこの名称を得たのである。
§3.40.2ἀπὸ δὲ τούτων τῶν μερῶν ἄρχεται συναγωγὴν λαμβάνειν ὁ κόλπος καὶ τὴν ἐπιστροφὴν ἐπὶ τὰ κατὰ τὴν Ἀραβίαν μέρη ποιεῖσθαι.
これらの地域から、湾は狭まり始め、アラビア側の地域の方へと湾曲し始める。
καὶ τὴν φύσιν δὲ τῆς χώρας καὶ θαλάττης ἀλλοίαν εἶναι συμβέβηκε διὰ τὴν ἰδιότητα τῶν τόπων·
また、その土地と海の性質も、それらの場所の特異性のために異なったものとなっている。
§3.40.3ἥ τε γὰρ ἤπειρος ταπεινὴ καθορᾶται, μηδαμόθεν ἀναστήματος ὑπερκειμένου, ἥ τε θάλαττα τεναγώδης οὖσα τὸ βάθος οὐ πλέον εὑρίσκεται τριῶν ὀργυιῶν, καὶ τῇ χρόᾳ παντελῶς ὑπάρχει χλωρά.
というのも、大陸は低く見え、いかなる高地も上に存在しないが、海は浅瀬であって、その深さは3オルギュイア以下であることが知られており、その色においては完全に緑色だからである。
τοῦτο δʼ αὐτῇ φασι συμβαίνειν οὐ διὰ τὸ τὴν τῶν ὑγρῶν φύσιν εἶναι τοιαύτην, ἀλλὰ διὰ τὸ πλῆθος τοῦ διαφαινομένου καθʼ ὕδατος μνίου καὶ φύκους.
人々が言うには、このことが海に起こるのは、水の性質がそのようなものであるからではなく、水を通して透けて見える大量の苔や海藻のためである。
§3.40.4ταῖς μὲν οὖν ἐπικώποις τῶν νεῶν εὔθετός ἐστιν ὁ τόπος, κλύδωνα μὲν οὐκ ἐκ πολλοῦ κυλίων διαστήματος, θήραν δʼ ἰχθύων ἄπλατον παρεχόμενος·
それゆえ、櫂で進む船にとっては、この場所は好都合であり、それほど離れた場所から波をうねらせることもなく、莫大な量の魚の獲物をもたらす。
αἱ δὲ τοὺς ἐλέφαντας διάγουσαι, διὰ τὰ βάρη βαθύπλοι καθεστῶσαι καὶ ταῖς κατασκευαῖς ἐμβριθεῖς, μεγάλους καὶ δεινοὺς ἐπιφέρουσι κινδύνους τοῖς ἐν αὐταῖς πλέουσι.
しかし、象を運ぶ船は、その重さのために喫水が深く、また構造が重いため、その乗組員たちに多大で恐れ多い危険をもたらす。
§3.40.5διάρσει γὰρ ἱστίων θέουσαι καὶ διὰ τὴν τῶν πνευμάτων βίαν πολλάκις νυκτὸς ὠθούμεναι, ὁτὲ μὲν πέτραις προσπεσοῦσαι ναυαγοῦσι, ποτὲ δʼ εἰς τεναγώδεις ἰσθμοὺς ἐμπίπτουσιν·
というのも、帆を高く掲げて走り、また風の強さのためにしばしば夜間に押し流されて、ある時は岩に衝突して難破し、またある時は浅瀬の砂州に乗り上げるからである。
οἱ δὲ ναῦται παρακαταβῆναι μὲν ἀδυνατοῦσι διὰ τὸ πλέον εἶναι τὸ βάθος ἀνδρομήκους, διὰ δὲ τῶν κοντῶν τῷ σκάφει βοηθοῦντες ὅταν μηδὲν ἀνύωσιν, ἐκβάλλουσιν ἅπαντα πλὴν τῆς τροφῆς·
水夫たちは、深さが人の身長を超えているため海に降りることができず、竿によって船を助けようとするが、何の効果もないとき、食料以外のすべてのものを投げ捨てる。
οὐδʼ οὕτω δὲ τῆς ἀποστροφῆς τυγχάνοντες εἰς μεγάλην ἀπορίαν ἐμπίπτουσι διὰ τὸ μήτε νῆσον μήτʼ ἄκραν ἠπείρου μήτε ναῦν ἑτέραν πλησίον ὑπάρχουσαν ὁρᾶσθαι·
それでも脱出を得られないまま、彼らは大きな困難に陥る。
ἄξενοι γὰρ παντελῶς οἱ τόποι καὶ σπανίους ἔχοντες τοὺς ναυσὶ διακομιζομένους.
なぜなら、島も、大陸の岬も、他の船も近くに存在するのが見えないからである。 これらの場所は完全に人を寄せ付けず、船で航海する者も極めて稀なのである。
§3.40.6χωρὶς δὲ τούτων τῶν κακῶν ὁ κλύδων ἐν ἀκαρεῖ χρόνῳ τῷ κύτει τῆς νεὼς τοσοῦτο πλῆθος ἅμμου προσβάλλει καὶ συσσωρεύει παραδόξως ὥστε τὸν κύκλῳ τόπον περιχώννυσθαι καὶ τὸ σκάφος ὥσπερ ἐπίτηδες ἐνδεσμεύεσθαι τῇ χέρσῳ.
これらの災難に加えて、波は一瞬のうちに船体に、不思議なことに、これほど大量の砂を打ち付け、積み上げるので、周囲の場所は砂に埋もれ、船はまるで意図的に陸地に縛り付けられたかのようになる。
§3.40.7οἱ δὲ τούτῳ τῷ συμπτώματι περιπεσόντες τὸ μὲν πρῶτον μετρίως ὀδύρονται πρὸς κωφὴν ἐρημίαν, οὐ παντελῶς ἀπεγνωκότες τὴν σωτηρίαν·
この不慮の事故に遭った者たちは、最初は、応えぬ荒野に向かってそれなりに嘆き悲しみ、救いの望みを完全に捨て去ったわけではない。
πολλάκις γὰρ τοῖς τοιούτοις ἐπιφανεὶς ὁ τῆς πλημυρίδος κλύδων ἐξῆρεν εἰς ὕψος, καὶ τοὺς ἐσχάτως κινδυνεύοντας ὡσπερεὶ θεὸς ἐπιφανεὶς διεφύλαξεν·
なぜなら、しばしば満ち潮の波がこのような状況で現れて船を高く持ち上げ、極限の危険にさらされている者たちを、まるで神が現れたかのようにして守り救ったからである。
ὅταν δὲ ἀπὸ μὲν τῶν θεῶν ἡ προειρημένη μὴ παρακολουθήσῃ βοήθεια, τὰ δὲ τῆς τροφῆς λίπῃ, τοὺς μὲν ἀσθενεστέρους οἱ κατισχύοντες ἐκβάλλουσιν εἰς θάλατταν, ὅπως τοῖς ὀλίγοις τὰ λειπόμενα τῶν ἀναγκαίων πλείονας ἡμέρας ἀντέχῃ, πέρας δὲ πάσας τὰς ἐλπίδας ἐξαλείψαντες ἀπόλλυνται πολὺ χεῖρον τῶν προαποθανόντων·
しかし、神々からの前述の助けが訪れず、食料が底をつくと、強者たちは弱者を海へと投げ捨て、残された少数の者たちのために、残りの必需品がより多くの日数持続するようにする。 そして最後には、すべての希望を失い、先に死んだ者たちよりもはるかに悲惨なやり方で死に絶える。
οἱ μὲν γὰρ ἐν ἀκαρεῖ χρόνῳ τὸ πνεῦμα τῇ δούσῃ φύσει πάλιν ἀπέδωκαν, οἱ δʼ εἰς πολλὰς ταλαιπωρίας καταμερίσαντες τὸν θάνατον πολυχρονίους τὰς συμφορὰς ἔχοντες τῆς τοῦ βίου καταστροφῆς τυγχάνουσι.
というのも、前者は一瞬のうちに息をそれを与えた自然に再び返したのに対し、後者は死を多くの苦難へと分割し、長期にわたる災いの中で生の最期を迎えるからである。
§3.40.8τὰ δὲ σκάφη ταῦτα τῶν ἐπιβατῶν οἰκτρῶς στερηθέντα, καθάπερ τινὰ κενοτάφια, διαμένει πολὺν χρόνον πανταχόθεν περιχωννύμενα, τοὺς δʼ ἱστοὺς καὶ τὰς κεραίας μετεώρους ἔχοντα πόρρωθεν τοὺς ὁρῶντας εἰς οἶκτον καὶ συμπάθειαν ἄγει τῶν ἀπολωλότων πρόσταγμα γάρ ἐστι βασιλέως ἐᾶν τὰ τοιαῦτα συμπτώματα τοῖς πλέουσι διασημαίνειν τοὺς τὸν ὄλεθρον περιποιοῦντας τόπους.
乗船者を悲惨にも失ったこれらの船は、まるで一種の衣冠塚のように、四方から砂に埋もれながら長い間残る。 そして、マストや帆桁を高く掲げたままで、遠くからそれを見る者たちを、滅び去った者たちへの哀れみと共感へと誘う。 というのも、こうした遭難 of 跡を放置し、航海する者たちに対して破滅をもたらす場所を知らせるようにせよ、というのが王の命令だからである。
§3.40.9παρὰ δὲ τοῖς πλησίον κατοικοῦσιν Ἰχθυοφάγοις παραδέδοται λόγος, ἐκ προγόνων ἔχων φυλαττομένην τὴν φήμην, ὅτι μεγάλης τινὸς γενομένης ἀμπώτεως ἐγεώθη τοῦ κόλπου πᾶς ὁ τόπος ὁ τὴν χλωρὰν ἔχων τοῦ τύπου πρόσοψιν, μεταπεσούσης τῆς θαλάττης εἰς τἀναντία μέρη, καὶ φανείσης τῆς ἐπὶ τῷ βυθῷ χέρσου πάλιν ἐπελθοῦσαν ἐξαίσιον πλήμην ἀποκαταστῆσαι τὸν πόρον εἰς τὴν προϋπάρχουσαν τάξιν.
近くに住む魚食人たちの間には、祖先から守り伝えられてきた語りが伝わっている。 すなわち、ある時大きな引き潮が起こり、湾のその緑色の外観を呈するすべての場所が陸地となり、海は反対の方向へと退き、底にある陸地が現れたが、再び並外れた満ち潮が襲いかかって、その水路を元の状態に戻した、ということである。