§3.37.1οὐ μὴν ἀπέγνωσαν τὴν θήραν, ὑπερβαλλούσης τῆς ἀπὸ τοῦ βασιλέως χάριτος καὶ δωρεᾶς τοὺς ἀπὸ τῆς πείρας ἐγνωσμένους κινδύνους, φιλοτεχνίᾳ δὲ καὶ δόλῳ τὸ τῇ βίᾳ δυσκαταγώνιστον ἐχειρώσαντο, τοιάνδε τινὰ μηχανὴν πορισάμενοι.
それでも彼らは捕獲を諦めなかった。 王からの好意と恩賞が、経験から知られた危険を上回っていたからである。 彼らは知恵と計略によって、力ずくでは征服しがたいものを制圧した。 次のような装置を用意したのである。
κατεσκεύασαν ἀπὸ σχοίνου πυκνῆς περιφερὲς πλόκανον, τῷ μὲν τύπῳ τοῖς κύρτοις ἐμφερές, τῷ δὲ μεγέθει καὶ τῇ διαλήψει τῆς χώρας δυνάμενον δέξασθαι τὸν ὄγκον τοῦ θηρίου.
彼らは太い縄で丸い編み籠を作った。 その形は魚籠に似ていたが、その大きさと内部の空間の広さにおいて、その野獣の巨体を収めることができるものであった。
§3.37.2κατοπτεύσαντες οὖν τὸν φωλεὸν αὐτοῦ καὶ τὴν ὥραν τῆς τε ἐπὶ τὴν νομὴν ἐξόδου καὶ πάλιν τῆς ἐπανόδου, ὡς τάχισθʼ ὥρμησεν ἐπὶ τὴν ἄγραν τὴν συνήθη τῶν ἑτερογενῶν ζῴων, τὸ μὲν προϋπάρχον τοῦ φωλεοῦ στόμα λίθοις εὐμεγέθεσι καὶ γῇ συνῳκοδόμησαν, τὸν δὲ πλησίον τῆς λόχμης τόπον ὑπόνομον ποιήσαντες καὶ τὸ πλόκανον εἰς αὐτὸν ἐνθέντες ἐναντίον ἐποίησαν τὸ στόμιον, ὥστε ἐξ ἑτοίμου τῷ θηρίῳ τὴν εἴσοδον ὑπάρχειν.
そこで、その蛇の巣穴と、餌を求めて出て行く時間、および戻ってくる時間を注意深く観察し、その蛇が他の種類の動物といういつもの獲物を求めて急いで出かけるとすぐに、巣穴の本来の入り口を大きな石と土で塞ぎ、茂みの近くの場所に抜け穴を掘り、そこに編み籠を設置して、その入り口を対面するようにした。 その獣にとって容易に入り口が用意されているようにしたのである。
§3.37.3κατὰ δὲ τὴν ἐπάνοδον τοῦ ζῴου παρεσκευασμένοι τοξότας καὶ σφενδονήτας, ἔτι δὲ ἱππεῖς πολλούς, πρὸς δὲ τούτοις σαλπικτὰς καὶ τὴν ἄλλην ἅπασαν χορηγίαν, ἅμα τῷ προσπελάζειν τὸ μὲν θηρίον μετεωρότερον τῶν ἱππέων ἐξῆρε τὸν αὐχένα, οἱ δʼ ἐπὶ τὴν θήραν ἠθροισμένοι προσεγγίσαι μὲν οὐκ ἐτόλμων, νενουθετημένοι ταῖς προγεγενημέναις συμφοραῖς, πόρρωθεν δὲ πολλαῖς χερσὶν ἐφʼ ἕνα καὶ μέγαν σκοπὸν βάλλοντες ἐτύγχανον, καὶ τῇ τε τῶν ἱππέων ἐπιφανείᾳ καὶ πλήθει κυνῶν ἀλκίμων, ἔτι δὲ τῷ διὰ τῶν σαλπίγγων ἤχῳ, κατέπληττον τὸ ζῷον.
その獣が戻ってくる際、彼らは弓兵や投石兵、さらには多くの騎兵、それに加えてラッパ手たちや、他のすべての必要な準備を整えて待ち構えていた。 獣が近づくと、それは騎兵たちよりも高く首をもたげた。 一方、狩りのために集まった者たちは、それまでに起こった惨劇に懲りていたため、近づこうとはしなかったが、遠くから多くの手で、一つの巨大な標的に向かって投げ命中させていた。 そして、騎兵たちの出現、獰猛な犬たちの群れ、さらにラッパの響きによって、その獣を威嚇した。
διόπερ ὑποχωροῦντος αὐτοῦ πρὸς τὴν οἰκείαν λόχμην τοσοῦτον ἐπεδίωκον ὥστε μὴ παροξύνειν ἐπὶ πλέον.
それゆえ、獣が自らの茂みへと退却する際、彼らはそれをそれ以上激昂させない程度に追跡した。
§3.37.4ὡς δὲ τῆς ἐνῳκοδομημένης φάραγγος ἤγγισεν, ἀθρόως ψόφον μὲν πολὺν διὰ τῶν ὅπλων ἐποίησαν, ταραχὴν δὲ καὶ φόβον διὰ τῆς τῶν ὄχλων ἐπιφανείας καὶ σαλπίγγων.
獣が塞がれた巣穴の入り口に近づくと、彼らは一斉に武器で大きな物音を立て、群衆の出現とラッパによって混乱と恐怖を引き起こした。
τὸ δὲ θηρίον τὴν μὲν εἴσοδον οὐχ ηὕρισκε, τὴν δὲ τῶν κυνηγῶν ὁρμὴν καταπληττόμενον κατέφυγεν εἰς τὸ πλησίον κατεσκευασμένον στόμιον.
獣は入り口を見つけることができず、また猟師たちの襲撃に恐れをなして、近くに用意された入り口へと逃げ込んだ。
§3.37.5πιμπλαμένου δὲ τοῦ πλοκάνου τῇ διαλύσει τῆς σπείρας, ἔφθασαν τῶν κυνηγῶν τινες προσιπτάμενοι, καὶ πρὸ τοῦ στραφῆναι τὸν ὄφιν ἐπὶ τὴν ἔξοδον κατελάβοντο δεσμοῖς τὸ στόμιον πρόμηκες ὂν καὶ πεφιλοτεχνημένον πρὸς ταύτην τὴν ὀξύτητα·
そのとぐろがほどけることで編み籠が満たされると、猟師たちの何人かが素早く駆け寄り、蛇が出口の方に振り向く前に、彼らは縄でその入り口を縛り上げた。 その入り口は、この素早い作業のために細長く工夫して作られていたのである。
ἐξελκύσαντες δὲ τὸ πλόκανον καὶ φάλαγγας ὑποθέντες μετέωρον ἐξῆραν.
そして編み籠を引き出し、丸太を下に通して、宙に吊り上げた。
§3.37.6τὸ δὲ θηρίον ἀπειλημμένον ἐν ἀπεστενωμένῳ τόπῳ παρὰ φύσιν συριγμὸν ἐξαίσιον ἠφίει καὶ τοῖς ὀδοῦσι τὴν περιέχουσαν σχοῖνον κατέσπα, πάντῃ δὲ διασειόμενον προσδοκίαν ἐποίησε τοῖς φέρουσιν ὡς ἐκπηδῆσον ἐκ τοῦ περιέχοντος αὐτὸ φιλοτεχνήματος.
一方、狭い場所に不自然に閉じ込められた獣は、不気味なシューシューという音を立て、牙で自分を囲んでいる縄を引きちぎろうとした。 そして四方に激しくのたうち回ったため、運んでいる者たちに、自分を包んでいる精巧な装置から今にも飛び出してくるのではないかという恐れを抱かせた。
διὸ καὶ καταπλαγέντες ἔθεσαν ἐπὶ τὴν γῆν τὸν ὄφιν, καὶ τοὺς περὶ τὴν οὐρὰν τόπους κατακεντοῦντες ἀντιπεριέσπων τοῦ θηρίου τὸν ἀπὸ τῶν ὀδόντων σπαραγμὸν ἐπὶ τὴν αἴσθησιν τῶν ἀλγούντων μερῶν.
それゆえ、彼らは恐怖にかられて蛇を地面に置き、尾のあたりを何度も突き刺すことで、獣の牙による噛みつきの衝動を、痛みを感じている部位の感覚へとそらした。
§3.37.7ἀπενέγκαντες δʼ εἰς τὴν Ἀλεξάνδρειαν ἐδωρήσαντο τῷ βασιλεῖ, παράδοξον θέαμα καὶ τοῖς ἀκούσασιν ἀπιστούμενον.
そして彼らはそれをアレクサンドリアへと運び、王に献上した。 それは驚くべき見世物であり、聞いた人々には信じられないものであった。
τῇ δʼ ἐνδείᾳ τῆς τροφῆς καταπονήσαντες τὴν ἀλκὴν τοῦ θηρίου τιθασὸν ἐκ τοῦ κατʼ ὀλίγον ἐποίησαν, ὥστε θαυμαστὴν αὐτοῦ γενέσθαι τὴν ἐξημέρωσιν.
彼らは食物の不足によって獣の体力を衰えさせ、徐々に手なずけていったので、そのおとなしさは驚くべきものとなった。
§3.37.8ὁ δὲ Πτολεμαῖος τοῖς μὲν κυνηγοῖς τὰς ἀξίας ἀπένειμε δωρεάς, τὸν δʼ ὄφιν ἔτρεφε τετιθασευμένον καὶ τοῖς εἰς τὴν βασιλείαν παραβάλλουσι ξένοις μέγιστον παρεχόμενον καὶ παραδοξότατον θέαμα.
そしてプトレマイオスは、猟師たちにふさわしい恩賞を与え、手なずけられたその蛇を飼育し、王国を訪れる外国人たちに、最大かつ最も驚くべき見世物として提供した。
§3.37.9διόπερ τηλικούτου μεγέθους ὄφεως εἰς ὄψιν κοινὴν κατηντηκότος οὐκ ἄξιον ἀπιστεῖν τοῖς Αἰθίοψιν οὐδὲ μῦθον ὑπολαμβάνειν τὸ θρυλούμενον ὑπʼ αὐτῶν.
それゆえ、これほど巨大な蛇が人々の目に触れるようになった以上、エチオピア人たちの言うことを疑ったり、彼らの間で噂されていることを作り話と見なしたりすべきではない。
ἀποφαίνονται γὰρ ὁρᾶσθαι κατὰ τὴν χώραν αὐτῶν ὄφεις τηλικούτους τὸ μέγεθος ὥστε μὴ μόνον βοῦς τε καὶ ταύρους καὶ τῶν ἄλλων ζῴων τὰ τηλικαῦτα τοῖς ὄγκοις ἀναλίσκειν, ἀλλὰ καὶ τοῖς ἐλέφασιν εἰς ἀλκὴν συνίστασθαι, καὶ διὰ μὲν τῆς σπείρας ἐμπλεκομένους τοῖς σκέλεσιν ἐμποδίζειν τὴν κατὰ φύσιν κίνησιν, τὸν δʼ αὐχένα μετεωρίσαντας ὑπὲρ τὴν προβοσκίδα τὴν κεφαλὴν ἐναντίαν ποιεῖν τοῖς τῶν ἐλεφάντων ὄμμασι, διὰ δὲ τοῦ πυρωποῦ τῶν ὀφθαλμῶν ἀστραπῇ παραπλησίας τὰς λαμπηδόνας προβάλλοντας ἀποτυφλοῦν τὴν ὅρασιν, καὶ σφήλαντας ἐπὶ τὴν γῆν σαρκοφαγεῖν τὰ χειρωθέντα τῶν ζῴων.
なぜなら、彼らの国では、牛や牡牛、あるいはそれと同等の大きさの他の動物を貪り食うだけでなく、象に対しても力で立ち向かうほど巨大な蛇が見られる、と彼らは主張しているからである。 そして、とぐろを巻いて脚に絡みつき、その自然な動きを妨げ、鼻の上に首を高くもたげて、頭部を象の目の真正面に対峙させ、燃えるような目から稲妻に似た輝きを放ってその視力を奪い、地面になぎ倒して、屈服させた動物の肉を食らうのである。
Διευκρινηκότες δʼ ἀρκούντως τὰ περὶ τὴν Αἰθιοπίαν
エチオピアに関する事柄を十分に解明したので、