§3.34.1τοσαύτη γὰρ παραλλαγὴ τῶν παρʼ ἡμῖν ἀέρων πρὸς τοὺς ἱστορημένους ὥστε τὴν κατὰ μέρος διαφορὰν ἄπιστον εἶναι.
私たちのところの気候と、記録されている気候との間には、それほどの隔たりがあるため、個々の違いは信じがたいほどである。
§3.34.2ὅπου μὲν γὰρ διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους πήγνυνται μὲν οἱ μέγιστοι ποταμοί, στέγοντος τοῦ κρυστάλλου διαβάσεις στρατοπέδων καὶ ἁμαξῶν καταγόμων ἐφόδους, πήγνυται δὲ ὁ οἶνος καὶ τὰ λοιπὰ τῶν χυμῶν ὥστε μαχαίραις ἀποτέμνεσθαι, καὶ τὰ τούτων θαυμασιώτερα, τὰ μὲν ἀκρωτήρια τῶν ἀνθρώπων τῆς ἐσθῆτος παρατριβούσης περιρρεῖ, τὰ δὲ ὄμματα ἀμαυροῦται, τὸ δὲ πῦρ ἀλεωρὰν οὐ ποιεῖ, καὶ χαλκοῖ μὲν ἀνδριάντες ῥήγνυνται, κατὰ δέ τινας καιροὺς διὰ τὴν πυκνότητα τῶν νεφῶν οὔτε ἀστραπὴν οὔτε βροντὴν γίνεσθαι περὶ τοὺς τόπους φασί·
一方では、過度の寒さのために最大の河川が凍りつき、氷が軍勢の横断や荷を満載した荷車の通行に耐えるほどであり、ワインやその他の液体が凍ってナイフで切り分けられるほどである。 そしてこれらよりもさらに驚くべきことには、衣服が擦れることで人々の末端が抜け落ち、目がかすみ、火も十分な暖かさをもたらさず、青銅の彫像がひび割れ、またある時期には雲が立ち込めるために、その地域では稲妻も雷鳴も生じないと言われている。
πολλὰ δὲ καὶ ἄλλα τούτων παραδοξότερα συντελεῖται, τοῖς μὲν ἀγνοοῦσιν ἄπιστα, §3.34.3τοῖς δὲ πεῖραν εἰληφόσιν ἀνυπομόνητα.
これらよりもさらに奇妙なことが多く生じており、それを知らない人々にとっては信じがたく、実際に経験した人々にとっては耐え難いものである。
περὶ δὲ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου καὶ Τρωγλοδυτικῆς διὰ τὴν ὑπερβολὴν τῆς ἀφʼ ἡλίου θερμασίας κατὰ τὸν τῆς μεσημβρίας καιρὸν οὐδὲ συνορᾶν ἀλλήλους οἱ παρεστῶτες δύνανται διὰ τὴν παχύτητα τῆς περὶ τὸν ἀέρα πυκνώσεως, χωρὶς δὲ ὑποδέσεως πάντες ἀδυνατοῦσι βαδίζειν, ὡς ἂν τοῖς ἀνυποδήτοις παραχρῆμα φλυκτίδων γινομένων.
他方、エジプトとトローグロデュティケーの辺境では、太陽からの過度の熱のために、正午の時刻には、周囲の大気の揺らぎの厚さゆえに、そばに立っている者同士が互いを見ることもできない。 また、靴を履かずには誰も歩くことができず、裸足の者にはたちまち水膨れが生じるほどである。
§3.34.4κατὰ δὲ τὸ ποτόν, ἐὰν μὴ τὴν ἔνδειαν ἑτοίμως ἀφαιρῆται, ταχέως τελευτῶσιν, ὡς ἂν τῆς θερμασίας τὴν τῶν ὑγρῶν ἐν τῷ σώματι φύσιν ὀξέως ἀναλισκούσης.
飲み物に関しては、もしその欠乏をすぐに補わなければ、急速に死に至る。 熱気が体内の水分を急速に消費してしまうからである。
πρὸς δὲ τούτοις, ὅταν τις εἰς χαλκοῦν ἀγγεῖον ἐμβαλὼν τῶν ἐδωδίμων ὁδηποτοῦν μεθʼ ὕδατος εἰς τὸν ἥλιον θῇ, ταχέως ἕψεται χωρὶς πυρὸς καὶ ξύλων.
さらにこれらに加えて、誰かが青銅の器に食物のどれであれ水と一緒に入れて太陽の下に置くと、火や薪を使わずにたちまち煮え上がる。
§3.34.5ἀλλʼ ὅμως οἱ κατοικοῦντες ἀμφοτέρας τὰς εἰρημένας χώρας οὐχ οἷον φεύγειν βούλονται τὴν ὑπερβολὴν τῶν συμβαινόντων αὐτοῖς κακῶν, ἀλλὰ καὶ τοὐναντίον ἑκουσίως προΐενται τὸ ζῆν ἕνεκα τοῦ μὴ βιασθῆναι διαίτης ἑτέρας καὶ βίου πειραθῆναι.
しかしながら、言及された両方の地域に住む人々は、自分たちに降りかかる災いの過酷さから逃れようとするどころか、それどころか反対に、別の生活様式や生き方を経験することを強いられないために、自ら進んで命を捨てるのである。
§3.34.6οὕτως αὐτοφυὲς ἔχει τι φίλτρον πᾶσα συνήθης χώρα, καὶ περιγίνεται τῆς ἐκ τῶν ἀέρων κακοπαθείας ὁ χρόνος ὁ τὴν ἐκ νηπίου παραλαβὼν ἡλικίαν.
このように、住み慣れた土地はすべて、ある種の生まれながらの愛着を宿しており、幼少期からその年齢を引き継いできた歳月が、気候から来る苦難に打ち勝つのである。
§3.34.7τὰς δὲ τηλικαύτας ἐπʼ ἀμφότερα διαφορὰς οὐ πολὺ διορίζει τόπου διάστημα.
両極端へのこれほど大きな違いを、それほど遠くない土地の距離が隔てているにすぎない。
ἀπὸ γὰρ τῆς Μαιώτιδος λίμνης, ᾗ προσοικοῦσί τινες τῶν Σκυθῶν ἐν πάγει καὶ ψύχεσιν ὑπερβάλλουσι καθιδρυμένοι, πολλοὶ τῶν πλοϊζομένων οὐριοδρομούσαις ναυσὶ φορτίσιν εἰς μὲν Ῥόδον δεκαταῖοι καταπεπλεύκασιν, ἐξ ἧς εἰς Ἀλεξάνδρειαν τεταρταῖοι καταντῶσιν, ἐκ δὲ ταύτης κατὰ τὸν Νεῖλον πλέοντες πολλοὶ δεκαταῖοι κατηντήκασιν εἰς Αἰθιοπίαν, ὥστε ἀπὸ τῶν κατεψυγμένων μερῶν τῆς οἰκουμένης ἐπὶ τὰ θερμότατα μέρη μὴ πλέον εἴκοσι καὶ τεττάρων ἡμερῶν εἶναι τὸν πλοῦν τοῖς κατὰ τὸ συνεχὲς κομιζομένοις.
なぜなら、一部のスキティア人が極度の氷と寒さの中に定住して暮らしているマイオティス湖から、航海する者の多くが、順風を受けた貨物船で10日目にロドス島へと入港し、そこから4日目にアレクサンドリアに到着し、そこからさらにナイル川をさかのぼって、多くの者が10日目にアイティオピアに到着するからである。 その結果、居住世界の極寒の地域から極熱の地域までの航海は、休まず移動し続ける者たちにとって、24日を超えないのである。
§3.34.8διόπερ τῆς διαφορᾶς τῆς τῶν ἀέρων ἐν ὀλίγῳ διαστήματι μεγάλης οὔσης οὐδὲν παράδοξον καὶ τὴν δίαιταν καὶ τοὺς βίους, ἔτι δὲ τὰ σώματα πολὺ διαλλάττειν τῶν παρʼ ἡμῖν.
それゆえ、狭い距離の間で気候の違いがこれほど大きいのであるから、彼らの暮らしや生活様式、さらには身体さえも、私たちのものと大きく異なっていることは、何ら不思議ではない。