§3.29.1βραχὺ δὲ τούτων ἀπέχοντες Ἀκριδοφάγοι κατοικοῦσι τὰ συνορίζοντα πρὸς τὴν ἔρημον, ἄνθρωποι μικρότεροι μὲν τῶν ἄλλων, ἰσχνοὶ δὲ τοῖς ὄγκοις, μέλανες δὲ καθʼ ὑπερβολήν.
これらの人々から少し離れたところに、砂漠に隣接する地域に住むアクリドファゴイがいる。 彼らは他の人々よりも小柄で、体つきは痩せており、極めて肌が黒い。
κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν παρʼ αὐτοῖς ζέφυροι καὶ λίβες παμμεγέθεις ἐκριπτοῦσιν ἐκ τῆς ἐρήμου πλῆθος ἀκρίδων ἀμύθητον, τοῖς τε μεγέθεσι διαλλάττον καὶ τῇ χρόᾳ τοῦ πτερώματος εἰδεχθὲς καὶ ῥυπαρόν.
というのも、彼らの土地では、春の季節に非常に強い西風と南西風が砂漠から数え切れないほどのイナゴの群れを吹き寄せるからである。 そのイナゴは大きさにおいて異なり、羽の色も醜く汚らしい。
§3.29.2ἐκ τούτου δαψιλεῖς τροφὰς ἔχουσιν ἅπαντα τὸν βίον, ἰδιοτρόπως αὐτῶν ποιούμενοι τὴν θήραν.
このことから、彼らは生涯を通じて豊富な食物を得るが、その捕獲は独特の方法で行う。
παρὰ γὰρ τὴν χώραν αὐτῶν ἐπὶ πολλοὺς σταδίους παρήκει χαράδρα βάθος ἔχουσα καὶ πλάτος ἀξιόλογον·
彼らの地方に沿って、多くのスタディオンにわたり、かなりの深さと幅を持つ谷が伸びている。
ταύτην πληροῦσιν ἀγρίας ὕλης, οὔσης ἀφθόνου κατὰ τὴν χώραν·
彼らはその中に、その地方に豊富にある野生の薪をいっぱいに満たす。
ἔπειθʼ ὅταν τῶν προειρημένων ἀνέμων πνεόντων προσφέρηται τὰ νέφη τῶν ἀκρίδων, καταδιελόμενοι πάντα τὸν τῆς χαράδρας τόπον πυροῦσι τὸν ἐν αὐτῇ χόρτον.
その後、前述の風が吹いてイナゴの雲が近づいてくると、彼らはその谷のすべての場所を分担し、その中の草に火を放つ。
§3.29.3ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέος, αἱ μὲν ἀκρίδες ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν ὀλίγον διαπετασθεῖσαι τόπον, τῆς δὲ τούτων ἀπωλείας ἐπὶ πλείονας ἡμέρας γινομένης μεγάλοι διανίστανται σωροί·
多くの刺激の強い煙が立ち上ると、谷の上を飛び越えようとするイナゴは、煙の辛さのために窒息し、ほんの少しの距離を飛んだだけで地面に落下する。 そして、このイナゴの死滅が数日間にわたって続くことで、大きな山が築かれる。
καὶ τῆς χώρας ἐχούσης ἁλμυρίδα πολλήν, πάντες προσφέρουσι ταύτην ἀθρόοις τοῖς σωροῖς, καὶ διατήξαντες οἰκείως ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποθησαυρισμὸν πολυχρόνιον.
その地には多くの塩分があるため、皆がこれをうず高く積まれた山々に振りかけ、よく混ぜ合わせることで、味を良くし、長期の保存を可能にする。
§3.29.4ἡ μὲν οὖν διατροφὴ τούτοις παραχρῆμα καὶ τὸν ὕστερον χρόνον ἀπὸ τούτων τῶν ζῴων ὑπάρχει·
このように、彼らの当面の、また将来のための食料は、これらの動物から得られる。
οὔτε γὰρ κτηνοτροφοῦσιν οὔτε θαλάττης ἐγγὺς οἰκοῦσιν οὔτε ἄλλης ἐπικουρίας οὐδεμιᾶς τυγχάνουσι·
彼らは家畜を飼わず、海の近くに住むこともなく、他のいかなる援助も受けていないからである。
τοῖς δὲ σώμασιν ὄντες κοῦφοι καὶ τοῖς ποσὶν ὀξύτατοι βραχύβιοι παντελῶς εἰσιν, ὡς ἂν τῶν πολυχρονιωτάτων παρʼ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα.
彼らは身体が軽く、非常に足が速い一方、きわめて短命であり、彼らの中で最も長生きする者でも40歳を超えることはない。
§3.29.5τὸ δὲ τοῦ βίου τέλος οὐ μόνον παράδοξον ἔχουσιν, ἀλλὰ καὶ πάντων ἀκληρότατον.
しかし、彼らの生涯の最期は、奇妙であるだけでなく、すべての人々の中で最も不運なものである。
ὅταν γὰρ πλησιάζῃ τὸ γῆρας, ἐμφύονται τοῖς σώμασι πτερωτοὶ φθεῖρες οὐ μόνον διάφοροι τοῖς εἴδεσιν, ἀλλὰ καὶ ταῖς ἰδέαις ἄγριοι καὶ παντελῶς εἰδεχθεῖς.
老年が近づくと、彼らの身体に、形態が特異であるだけでなく、その姿が獰猛でまったく醜悪な、羽のあるシラミが発生するからである。
§3.29.6ἀρξάμενον δὲ τὸ κακὸν ἀπὸ τῆς γαστρὸς καὶ τοῦ θώρακος ἐπινέμεται πάντα τὸν ὄγκον ἐν ὀλίγῳ χρόνῳ.
この災いは腹と胸から始まって、短時間のうちに身体全体へと広がっていく。
ὁ δὲ πάσχων τὸ μὲν πρῶτον ὡς ὑπὸ ψώρας τινὸς ἐρεθιζόμενος μετρίως ὀδαξᾶσθαι φιλοτιμεῖται, μεμιγμένην ἔχοντος τοῦ πάθους ἀλγηδόσι τὴν χαράν·
罹患者は最初、一種の疥癬に刺激されているかのように、熱心にかきむしる。 その病は、苦痛の中に快感が混ざり合っているからである。
μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον τῶν ἐγγενομένων θηρίων εἰς τὴν ἐπιφάνειαν ἐκπιπτόντων συνεκχεῖται πλῆθος ἰχῶρος λεπτοῦ, τὴν δριμύτητα παντελῶς ἔχοντος ἀνυπομόνητον.
しかしその後、発生した虫が次々と皮膚の表面へと這い出てくるにつれて、極めて耐え難い刺激を伴う、薄い体液が大量に流れ出てくる。
§3.29.7διόπερ ὁ συνεχόμενος τῷ πάθει βιαιότερον ἀμύττει τοῖς ὄνυξι, στεναγμοὺς μεγάλους προϊέμενος.
そのため、この病にかかっている者は、大きな呻き声を上げながら、爪でより激しくかきむしる。
κατὰ δὲ τὰς τῶν χειρῶν ἐξελκώσεις τοσοῦτο πλῆθος ἐκπίπτει τῶν ἑρπετῶν ὥστε μηδὲν ἀνύειν τοὺς ἀπολέγοντας, ὡς ἂν ἄλλων ἐπʼ ἄλλοις ἐκφαινομένων καθάπερ ἔκ τινος ἀγγείου πολλαχῶς κατατετρημένου.
手のかき傷からは、非常に多くの虫が這い出てくるため、それを取り除く者たちも追いつかないほどである。 まるで、多くの穴があいた器から、次から次へと虫が現れ出るかのようだからである。
οὗτοι μὲν οὖν εἰς τοιαύτην διάλυσιν τοῦ σώματος καταστρέφουσι τὸν βίον δυστυχῶς, εἴτε διὰ τὴν ἰδιότητα τῆς τροφῆς εἴτε διὰ τὸν ἀέρα τοιαύτης τυγχάνοντες περιπετείας.
こうして彼らは不幸にも、身体のこのような崩壊の中でその生涯を終える。 それは食物の特殊性のためか、あるいは気候のためか、そのような災難に見舞われるのである。