§3.25.1τὴν δὲ ἑξῆς χώραν τῶν Αἰθιόπων ἐπέχουσιν οἱ καλούμενοι Κυνηγοί, σύμμετροι μὲν κατὰ τὸ πλῆθος, βίον δʼ οἰκεῖον ἔχοντες τῇ προσηγορίᾳ.
エチオピア人の隣接する地方を、クネーゴイ(狩猟民)と呼ばれる人々が占めており、彼らは人口においては適度であるが、その名称にふさわしい生活を送っている。
θηριώδους γὰρ οὔσης τῆς χώρας καὶ παντελῶς λυπρᾶς, ἔτι δὲ ὑδάτων ῥύσεις ναματιαίων ἐχούσης ὀλίγας, καθεύδουσι μὲν ἐπὶ τῶν δένδρων διὰ τὸν ἀπὸ τῶν θηρίων φόβον, ὑπὸ δὲ τὴν ἑωθινὴν πρὸς τὰς συρρύσεις τῶν ὑδάτων μεθʼ ὅπλων φοιτῶντες ἑαυτοὺς ἀποκρύβουσιν εἰς τὴν ὕλην καὶ σκοπεύουσιν ἐπὶ τῶν δένδρων.
なぜなら、その地は野獣が多く全く不毛であり、さらに泉から流れる水の流れが少ないので、彼らは野獣への恐れから木の上で眠り、明け方近くに水の集まる場所へと武器を持って通い、森の中に身を隠して、木の上で見張るからである。
§3.25.2κατὰ δὲ τὸν τοῦ καύματος καιρόν, ἐρχομένων βοῶν τε ἀγρίων καὶ παρδάλεων καὶ τῶν ἄλλων θηρίων πλήθους πρὸς τὸ ποτόν, ταῦτα μὲν διὰ τὴν ὑπερβολὴν τοῦ τε καύματος καὶ δίψους λάβρως προσφέρεται τὸ ὑγρόν, μέχρι ἂν ἐμπλησθῇ, οἱ δʼ Αἰθίοπες, γενομένων αὐτῶν βαρέων καὶ δυσκινήτων, καταπηδῶντες ἀπὸ τῶν δένδρων καὶ χρώμενοι ξύλοις πεπυρακτωμένοις καὶ λίθοις, ἔτι δὲ τοξεύμασι, ῥᾳδίως καταπονοῦσι.
暑さの厳しい時間帯には、野牛やヒョウ、その他の多くの野獣が水飲みにやって来ると、これらの動物は暑さと渇きの激しさのゆえに、満ち足りるまで貪欲に水を飲むが、他方、エチオピア人たちは、彼らの体が重くなり動きが鈍くなると、木々から飛び降り、火で焼いた棒や石、さらには矢を用いて、容易に仕留める。
§3.25.3κατὰ δὲ συστήματα ταύταις χρώμενοι ταῖς κυνηγίαις σαρκοφαγοῦσι τὰ ληφθέντα, καὶ σπανίως μὲν ὑπὸ τῶν ἀλκιμωτάτων ζῴων αὐτοὶ διαφθείρονται, τὰ δὲ πολλὰ δόλῳ τὴν ἐκ βίας ὑπεροχὴν χειροῦνται.
彼らは集団を作ってこのような狩りの方法を用いることで、捕らえたものの肉を食べ、彼ら自身が最も強力な動物たちによって殺されることは稀であるが、大抵の場合は、策略によって、力に勝る野獣を打ち負かす。
§3.25.4ἐὰν δέ ποτε τῶν κυνηγουμένων ζῴων σπανίζωσι, τὰς δορὰς τῶν πρότερον εἰλημμένων βρέξαντες ἐπιτιθέασιν ἐπὶ πῦρ ἁπαλόν·
しかし、もし万一、狩猟される動物が不足したときには、以前に捕らえた動物の皮を水に浸して、弱火にかける。
σποδίσαντες δὲ τὰς τρίχας τὰ δέρματα διαιροῦσι, καὶ κατεσθίοντες βεβιασμένως ἀναπληροῦσι τὴν ἔνδειαν.
そして、毛を焼き落として、その皮を切り分け、無理をして食べることで不足を補う。
§3.25.5τοὺς δὲ ἀνήβους παῖδας γυμνάζουσιν ἐπὶ σκοπὸν βάλλειν, καὶ μόνοις διδόασι τροφὴν τοῖς ἐπιτυχοῦσι.
彼らは、まだ成人に達していない子供たちを、的に向かって当てるように訓練し、命中させた者だけに食物を与える。
διὸ καὶ θαυμαστοὶ ταῖς εὐστοχίαις ἄνδρες γίνονται, κάλλιστα διδασκόμενοι ταῖς τοῦ λιμοῦ πληγαῖς.
それゆえ、彼らは大人になると、狙いの正確さにおいて驚異的な者となり、飢えの打撃によって最も見事に教え込まれるのである。