§3.17.1τῆς μὲν οὖν ξηρᾶς τροφῆς τὸν εἰρημένον τρόπον εὐποροῦσι, τῆς δʼ ὑγρᾶς παράδοξον ἔχουσι καὶ παντελῶς ἀπιστουμένην τὴν χρῆσιν.
このようにして、彼らは固体の食物については上述の方法で十分に得ているが、液体の食物については、驚くべき、また全く信じがたい利用方法を持っている。
ταῖς μὲν γὰρ θήραις προσκαρτεροῦσιν ἐφʼ ἡμέρας τέτταρας, εὐωχούμενοι πανδημεὶ μεθʼ ἱλαρότητος καὶ ταῖς ἀνάρθροις ᾠδαῖς ἀλλήλους ψυχαγωγοῦντες·
というのも、彼らは4日間、獲物の獲得に専念し、共同体全体で上機嫌に宴食を共にし、分節されない歌によって互いを楽しませるからである。
πρὸς δὲ τούτοις ἐπιμίσγονται τότε ταῖς γυναιξὶν αἷς ἂν τύχωσι παιδοποιίας ἕνεκα, πάσης ἀσχολίας ἀπολελυμένοι διὰ τὴν εὐκοπίαν καὶ τὴν ἑτοιμότητα τῆς τροφῆς.
これに加えて、その際、彼らは子作りのために、たまたま出会った女たちと交わるが、それは食物の獲得が容易でありすぐに手に入ることによって、あらゆる労働から解放されているからである。
§3.17.2τῇ δὲ πέμπτῃ πρὸς τὴν ὑπώρειαν ἐπείγονται πανδημεὶ ποτοῦ χάριν, ἔνθα συρρύσεις ὑδάτων γλυκέων εἰσί, πρὸς αἷς οἱ νομάδες τὰς ἀγέλας τῶν θρεμμάτων ποτίζουσιν.
そして 5日目には、飲み水のために、共同体全体で山麓へと急ぐが、そこには淡水の合流点があり、その傍らで遊牧民たちが家畜の群れに水を飲ませている。
§3.17.3ἡ δὲ ὁδοιπορία τούτων παραπλήσιος γίνεται ταῖς ἀγέλαις τῶν βοῶν, πάντων φωνὴν ἀφιέντων οὐκ ἔναρθρον, ἀλλʼ ἦχον μόνον ἀποτελοῦσαν.
彼らの道行きは牛の群れのそれと酷似しており、全員が分節された言葉ではなく、ただ音でしかない声を発する。
τῶν δὲ τέκνων τὰ μὲν νήπια παντελῶς αἱ μητέρες ἐν ταῖς ἀγκάλαις φέρουσι, τὰ δὲ κεχωρισμένα τοῦ γάλακτος οἱ πατέρες, τὰ δʼ ὑπὲρ πενταετῆ χρόνον ὄντα προάγει μετὰ τῶν γονέων σὺν παιδιᾷ, πεπληρωμένα χαρᾶς, ὡς ἂν πρὸς τὴν ἡδίστην ἀπόλαυσιν ὁρμώμενα.
子供たちのうち、まだ乳飲み児であるものは母親たちが腕に抱いて運び、乳離れしたものは父親たちが運び、5歳を超えるものは、最も甘美な享楽へと向かうかのように喜びに満ちて、戯れながら両親とともに先を歩む。
§3.17.4ἡ γὰρ φύσις αὐτῶν ἀδιάστροφος οὖσα τὴν ἀναπλήρωσιν τῆς ἐνδείας ἡγεῖται μέγιστον ἀγαθόν, οὐδὲν τῶν ἐπεισάκτων ἡδέων ἐπιζητοῦσα.
というのも、彼らの本性は歪められていないため、欠乏を満たすことを最大の善と考えており、外部から導入されたいかなる快楽も求めないからである。
ὅταν δὲ ταῖς τῶν νομάδων ποτίστραις ἐγγίσωσι καὶ τοῦ ποτοῦ πληρωθῶσι τὰς κοιλίας, ἐπανέρχονται, μόγις βαδίζοντες διὰ τὸ βάρος.
そして、遊牧民の水飲み場に近づき、お腹いっぱい水を飲むと、その重さのためにかろうじて歩きながら戻っていく。
§3.17.5κἀκείνην μὲν τὴν ἡμέραν οὐδενὸς γεύονται, κεῖται δʼ ἕκαστος ὑπεργέμων καὶ δύσπνους καὶ τὸ σύνολον παρεμφερὴς τῷ μεθύοντι.
そして、その日は何も口にせず、各自が満腹すぎて息苦しくなり、全体として酔っ払いに非常に似た状態で横たわっている。
τῇ δʼ ἑξῆς ἐπὶ τὴν ἀπὸ τῶν ἰχθύων πάλιν τροφὴν ἀνακάμπτουσι·
しかし翌日には、再び魚による食物へと戻る。
καὶ τοῦτον τὸν τρόπον ἡ δίαιτα κυκλεῖται παρʼ αὐτοῖς πάντα τὸν τοῦ ζῆν χρόνον.
そしてこのようにして、彼らの間では生涯を通じて生活様式が循環している。
οἱ μὲν οὖν τὴν παράλιον τὴν ἐντὸς τῶν στενῶν κατοικοῦντες οὕτω βιοῦσι, νόσοις μὲν διὰ τὴν ἁπλότητα τῆς τροφῆς σπανίως περιπίπτοντες, ὀλιγοχρονιώτεροι δὲ πολὺ τῶν παρʼ ἡμῖν ὄντες.
かくて、海峡の内側の沿岸に住む人々は、このように暮らしている。 食物の簡素さのために病気にかかることは稀であるが、私たちの国の人々に比べるとはるかに短命である。