§3.15.1περὶ πρώτων δὲ τῶν Ἰχθυοφάγων ἐροῦμεν τῶν κατοικούντων τὴν παράλιον τὴν ἀπὸ Καρμανίας καὶ Γεδρωσίας ἕως τῶν ἐσχάτων τοῦ μυχοῦ τοῦ κατὰ τὸν Ἀράβιον κόλπον ἱδρυμένου, ὃς εἰς τὴν μεσόγειον ἀνήκων ἄπιστον διάστημα δυσὶν ἠπείροις περικλείεται πρὸς τὸν ἔκπλουν, τῇ μὲν ὑπὸ τῆς εὐδαίμονος Ἀραβίας, τῇ δʼ ὑπὸ τῆς Τρωγλοδυτικῆς.
まず最初に、カルマニアおよびゲドロシアから、アラビア湾の最奥部に至る沿岸に居住する魚食人について語ろう。 この湾は内陸部へと信じがたい距離にわたって伸びており、その出口に至るまで二つの陸地、一方は幸福なアラビアによって、他方はトログロデュティケによって囲まれている。
§3.15.2τούτων δὲ τῶν βαρβάρων τινὲς μὲν γυμνοὶ τὸ παράπαν βιοῦντες κοινὰς ἔχουσι τὰς γυναῖκας καὶ τὰ τέκνα παραπλησίως ταῖς τῶν θρεμμάτων ἀγέλαις, ἡδονῆς δὲ καὶ πόνου τὴν φυσικὴν μόνον ἀντίληψιν ποιολύμενοι τῶν αἰσχρῶν καὶ καλῶν οὐδεμίαν λαμβάνουσιν ἔννοιαν.
これらの未開人のうち、ある者たちは完全に裸で暮らし、家畜の群れと同じように妻や子供を共有しており、快楽と苦痛についての肉体的な感覚のみを持ち、醜いことや美しいことについてのいかなる概念も持ち合わせていない。
§3.15.3τὰς δὲ οἰκήσεις ἔχουσιν οὐκ ἄπωθεν τῆς θαλάττης παρὰ τὰς ῥαχίας, καθʼ ἅς εἰσιν οὐ μόνον βαθεῖαι κοιλάδες, ἀλλὰ καὶ φάραγγες ἀνώμαλοι καὶ στενοὶ παντελῶς αὐλῶνες σκολιαῖς ἐκτροπαῖς ὑπὸ τῆς φύσεως διειλημμένοι.
彼らは海から遠くない、波の砕ける岩がちな海岸沿いに住居を構えている。 そこには深い谷があるだけでなく、起伏の激しい割れ目や、自然によって曲がりくねった分岐路で仕切られた極めて狭い水路が存在する。
τούτων δὲ τῇ χρείᾳ τῶν ἐγχωρίων πεφυκότων ἁρμοζόντως, τὰς ἐκτροπὰς καὶ διεξόδους συγκεχώκασι λίθοις μεγάλοις, διʼ ὧν ὥσπερ δικτύων τὴν θήραν τῶν ἰχθύων ποιοῦνται.
これらが住民の必要に適うように自然にできているため、彼らはその分岐路や出口を大きな石で塞ぎ、これらを網のように用いて魚の捕獲を行っている。
§3.15.4ὅταν γὰρ ἡ πλημυρὶς τῆς θαλάττης λάττης ἐπὶ τὴν χέρσον φέρηται λάβρως, ὃ ποιεῖ δὶς τῆς ἡμέρας περὶ τρίτην καὶ ἐνάτην μάλιστά πως ὥραν, ἡ μὲν θάλαττα πᾶσαν τὴν ῥαχίαν ἐπικλύζουσα καλύπτει, καὶ λάβρῳ καὶ πολλῷ κύματι συναποκομίζει πρὸς τὴν χέρσον ἄπιστον πλῆθος παντοίων ἰχθύων, οἳ τὸ μὲν πρῶτον ἐν τῇ παραλίῳ μένουσι, νομῆς χάριν πλανώμενοι περὶ τὰς ὑποδύσεις καὶ τὰ κοιλώματα·
というのも、海の満潮が陸地に向かって激しく押し寄せるとき(これは一日に二回、ほぼ第三時と第九時頃に起こるのだが)、海は岩がちな海岸全体を浸水させて覆い、激しく大きな波とともに、信じがたいほど多数のあらゆる種類の魚を陸地へと運んでくる。 これらの魚は、最初は沿岸にとどまり、餌を求めて岩の隙間やくぼみの周りを泳ぎ回る。
ἐπὰν δʼ ὁ τῆς ἀμπώτεως ἔλθῃ χρόνος, τὸ μὲν ὑγρὸν ἐκ τοῦ κατʼ ὀλίγον διὰ τῶν κεχωσμένων λίθων καὶ φαράγγων ἀπορρεῖ, οἱ δʼ ἰχθῦς ἐν τοῖς κοιλώμασι καταλείπονται.
しかし、引き潮の時間が来ると、水は塞がれた石や割れ目の間から少しずつ流れ去り、魚たちはくぼみに取り残される。
§3.15.5κατὰ δὲ τοῦτον τὸν καιρὸν τὸ πλῆθος τῶν ἐγχωρίων μετὰ τέκνων καὶ γυναικῶν εἰς τὰς ῥαχίας ἀθροίζεται καθάπερ ἀφʼ ἑνὸς κελεύσματος.
この時になると、住民の群れは子供や妻とともに、まるで一つの命令によるかのように海岸に集まる。
σχιζομένων δὲ τῶν βαρβάρων εἰς τὰ κατὰ μέρος συστήματα, πρὸς τοὺς ἰδίους ἕκαστοι τόπους μετὰ βοῆς ἐξαισίου φέρονται, καθάπερ αἰφνιδίου τινὸς κυνηγίας ἐμπεπτωκυίας.
そして未開人たちはいくつかのグループに分かれ、それぞれ自分たちの場所へと、凄まじい叫び声を上げながら突進していく。 それはまるで、突然の狩猟の機会が不意に訪れたかのようである。
§3.15.6εἶθʼ αἱ μὲν γυναῖκες μετὰ τῶν παίδων τοὺς ἐλάττονας τῶν ἰχθύων καὶ πλησίον ὄντας τῆς χέρσου συλλαμβάνουσαι ῥίπτουσιν ἐπὶ τὴν γῆν, οἱ δὲ τοῖς σώμασιν ἀκμάζοντες προσφέρουσι τὰς χεῖρας τοῖς διὰ τὸ μέγεθος δυσκαταγωνίστοις·
それから、女たちは子供たちとともに、小さくて陸地に近いところにいる魚を捕まえては陸へと放り投げ、身体の頑健な男たちは、その大きさゆえに格闘するのが困難な魚たちに手を下す。
ἐκπίπτουσι γὰρ ἐκ τοῦ πελάγους ὑπερμεγέθεις οὐ μόνον σκορπίοι καὶ μύραιναι καὶ κύνες, ἀλλὰ καὶ φῶκαι καὶ πολλὰ τοιαῦτα ξένα καὶ ταῖς ὄψεσι καὶ ταῖς προσηγορίαις·
なぜなら、外海からは、非常に巨大なカサゴやウツボ、サメだけでなく、アザラシや、見た目も名前も奇妙な多くの同様の生き物が打ち上げられるからである。
§3.15.7ταῦτα δὲ τὰ θηρία καταμάχονται τεχνικῆς μὲν ὅπλων κατασκευῆς οὐδὲν ἔχοντες, κέρασι δὲ αἰγῶν ὀξέσι κατακεντοῦντες καὶ ταῖς ἀπορρῶξι πέτραις ἐπιτέμνοντες·
彼らはこれらの獲物を、技術的に作られた武器は一切持たずに、野ギギの鋭い角で突き刺したり、切り立った岩で切り裂いたりして退治する。
πάντα γὰρ ἡ χρεία διδάσκει τὴν φύσιν, οἰκείως τοῖς ὑποκειμένοις καιροῖς ἁρμοζομένην πρὸς τὴν ἐκ τῆς ἐλπίδος εὐχρηστίαν.
実に、必要こそがあらゆることを本能に教え込むのであり、それは目の前の状況に適応し、期待される実用性へと自らを適合させるのである。