§3.10.1τῆς δὲ παρὰ τὸν Νεῖλον χώρας τῆς ἐν τῇ Λιβύῃ κειμένης ἐστί τι μέρος τῷ κάλλει διαφέρον·
リビアに位置するナイル川沿いの地域の、ある部分は美しさにおいて傑出している。
τροφάς τε γὰρ φέρει δαψιλεῖς καὶ ποικίλας, καὶ πρὸς τὰς τῶν καυμάτων ὑπερβολὰς ἔχει βοηθείας εὐθέτους τὰς ἐν τοῖς ἕλεσι καταφυγάς·
というのも、そこは豊かで多様な食物をもたらし、また猛暑の厳しさに対して、湿地にある避難所という好都合な防衛手段をそなえているからである。
διὸ καὶ περιμάχητος οὗτος ὁ τόπος γίνεται τοῖς τε Λίβυσι καὶ τοῖς Αἰθίοψι, καὶ πρὸς ἀλλήλους ὑπὲρ αὐτοῦ πολεμοῦντες διατελοῦσι.
そのため、この場所はリビア人とエチオピア人にとって争いの的となり、彼らはそのために互いに戦い続けている。
§3.10.2φοιτᾷ δʼ εἰς αὐτὸν καὶ πλῆθος ἐλεφάντων ἐκ τῆς ἄνω χώρας, ὡς μὲν ἔνιοι λέγουσι, διὰ τὴν δαψίλειαν καὶ τὴν ἡδονὴν τῆς νομῆς·
また、ある人々が言うには、草地の豊かさと心地よさのために、上流の地域から多くの象もそこへやって来る。
ἕλη γὰρ θαυμαστὰ παρεκτείνεται τοῖς χείλεσι τοῦ ποταμοῦ, πολλῆς καὶ παντοίας ἐν αὐτοῖς φυομένης τροφῆς.
というのも、川の岸辺に沿って素晴らしい湿地が広がっており、それらの中には多くの、かつあらゆる種類の食物が生育しているからである。
§3.10.3διόπερ ὅταν γεύσωνται τοῦ θρύου καὶ τοῦ καλάμου, διὰ τὴν γλυκύτητα τῆς τροφῆς μένει καὶ τὴν τῶν ἀνθρώπων δίαιταν καταφθείρει·
それゆえ、彼ら(象たち)がパピルスや葦を味わうと、その食物の甘さのためにそこにとどまり、人間の暮らしを荒廃させる。
διʼ ἣν αἰτίαν καταναγκάζονται φεύγειν τούτους τοὺς τόπους, ὄντες νομάδες καὶ σκηνῖται, τὸ σύνολον τῷ συμφέροντι τὰς πατρίδας ὁρίζοντες.
この理由から、彼ら(人間たち)はこれらの場所を離れることを余儀なくされる。 彼らは遊牧民であり天幕生活者であって、全体として自分たちの祖国を自らの便益によって画定しているからである。
§3.10.4αἱ δʼ ἀγέλαι τῶν εἰρημένων θηρίων τὴν μεσόγειον χώραν ἐκλείπουσι διὰ σπάνιν τροφῆς, ἅτε συντόμως τῶν φυομένων ἐν τῇ γῇ πάντων αὐαινομένων·
一方、前述の獣の群れは、食物の不足のために内陸の地域を去る。 地上に生えるすべてのものが速やかに枯れてしまうからである。
διὰ γὰρ τὴν τοῦ καύματος ὑπερβολὴν καὶ τὴν λειψυδρίαν τῶν πηγαίων καὶ ποταμίων ὑδάτων σκληρὰς καὶ σπανίους συμβαίνει γίνεσθαι τὰς τροφάς.
というのも、猛暑の甚だしさと、泉や川の水の不足のために、食物が硬く、かつ稀少なものになってしまうからである。
§3.10.5ὡς δέ τινές φασιν, ὄφεις θαυμαστοὶ γίνονται τό τε μέγεθος καὶ τὸ πλῆθος κατὰ τὴν θηριώδη καλουμένην χώραν·
ある人々が言うには、「野獣に満ちた」と呼ばれる地域には、大きさと数において驚くべき蛇たちが生息している。
οὗτοι δὲ περὶ τὰς συστάσεις τῶν ὑδάτων ἐπιτίθενται τοῖς ἐλέφασι, καὶ τραπέντες εἰς ἀλκὴν περιπλέκονται ταῖς σπείραις εἰς τὰ σκέλη, καὶ πέρας ἕως τούτου συνέχουσι βιαζόμενοι καὶ σφίγγοντες τοῖς δεσμοῖς ἕως ἂν ἀφρίσαντα τὰ θηρία πέσῃ διὰ τὸ βάρος.
これらは水の集まる場所の周辺で象たちを襲い、闘いに及ぶと、彼らの脚に鎌首を巻きつけ、ついに、泡を吹いた獣が重みで倒れるまで、その締め付けによって力を加え締めつけつつ、そこにとどまり続ける。
ἔπειτʼ ἀθροιζόμενοι τὸ πεσὸν σαρκοφαγοῦσι, ῥᾳδίως ἐπικρατοῦντες διὰ τὴν δυσκινησίαν τοῦ ζῴου.
それから彼らは集まって、倒れた者を貪り食う。 その動物が動きにくいために、容易に圧倒するからである。
§3.10.6ἀπολειπομένου δʼ ἀπορήματος, διὰ τίνʼ αἰτίαν οὐ συνέπονται τοῖς ἐλέφασιν εἰς τὴν προειρημένην παραποταμίαν διώκοντες τὰς συνήθεις τροφάς, φασὶ τοὺς τηλικούτους ὄφεις τὴν μὲν ἐπίπεδον τῆς χώρας φεύγειν, περὶ δὲ τὴν ὑπώρειαν ἐν ταῖς φάραγξι ταῖς εἰς τὸ μῆκος ἀνηκούσαις καὶ τοῖς σπηλαίοις τοῖς τὸ βάθος ἔχουσι συνεχῶς ἐναυλίζεσθαι·
しかし、なぜ彼らが象を追って、慣れ親しんだ食物を求め、前述の川沿いの地域に付いていかないのかという疑問が残るが、彼らが言うには、そのような大きさの蛇は平坦な土地を避け、山麓の、縦に伸びる割れ目や深さのある洞窟の周辺に常に巣食っているのである。
διόπερ τοὺς συμφέροντας καὶ συνήθεις τόπους μηδαμῶς ἐκλείπειν, αὐτοδιδάκτου πρὸς τὰ τοιαῦτα τῆς φύσεως οὔσης ἅπασι τοῖς ζῴοις.
それゆえ、彼らは自らに適した慣れ親しんだ場所を決して去らない。 すべての動物にとって、そのようなことに対する自然の教えは、自ずから備わっているものだからである。
περὶ μὲν οὖν Αἰθιόπων καὶ τῆς χώρας αὐτῶν τοσαῦτα λέγομεν.
エチオピア人と彼らの国については、以上のように述べておく。